Decrees of the Eleusinians in honor of Damasias and Phryniskos of Thebes. Not from the sanctuary of Demeter and Kore.  Upper part of a pedimental stele of white marble, broken at the bottom. Stoich. 30.
[ ] Attica — Eleusis — ca. mid-4th c. BC? — IG II² 1186 — Syll.³ 1094
See also:
1 [θ]εο[ί]
[Κα]λ[λί]μαχος Καλλικράτους εἶπεν· ἐπε-
[ιδ]ὴ̣ Δαμασίας Διονυσίου Θηβαῖος οἰκ̣-
[ήσ]ας Ἐλευσῖνι κόσμιός τε ὢ[ν] διατετ[έ]-
5 [λ]εκε καὶ φιλανθρώπως ἔχει πρὸς πάντ-
[α]ς τοὺς ἐν τοῖ δήμοι οἰκοῦντας καὶ α̣[ὐ]-
[τ]ὸς καὶ οἱ μαθηταὶ αὐτο͂, καὶ Διονύσ[ια]
π̣οιούντων Ἐλευσινίων ἐσπούδασε[ν κ]-
α̣ὶ ἐφιλοτιμήθη πρὸς τοὺς θεοὺς κ[αὶ τ]-
10 ὸν δῆμον τὸν Ἀθηναίων καὶ Ἐλευσιν[ίω]-
ν, ὅπως ὡς κάλλιστα γένηται τὰ Διονύσ-
ια, καὶ παρασκευάσας τοῖς αὑτοῦ <τ>έλε-
σι χοροὺς δύο, τὸν μὲν παίδων, τὸν δὲ ἀν-
δ̣ρῶν ἐπέδωκεν τεῖ Δήμητρι [κ]αὶ τεῖ Κό-
15 ρει καὶ τοῖ Διονύσωι, δεδόχθαι Ἐλευσ-
ινίοις, ἐπαινέσαι Δαμασίαν Διονυσί-
ο Θηβαῖον σωφροσύνης ἕνεκα καὶ εὐσε-
βείας τῆς πρὸς τὼ θεὼ καὶ στεφανῶσαι
αὐτὸν χρυσῶι στεφάνωι ἀπὸ Χ δραχμῶν·
20 ἀνειπάτω δὲ αὐτὸν ὁ μετὰ Γνᾶθιν δήμα-
ρχος Διονυσίων τῶν Ἐλ̣ευσῖνι τοῖς τρ-
αγοιδοῖς, ὅτι ὁ δῆμος ὁ Ἐλευσινίων στ-
εφανοῖ Δαμασίαν Διονυσίου Θηβαῖον
σωφροσύνης ἕνεκα καὶ εὐσεβείας τῆς
25 πρὸς τὼ θεώ· ἔστω δὲ αὐτῶι προεδρία κα-
ὶ ἀτέλεια ὧν εἰσιν κύριοι Ἐλευσίν[ι]ο-
ι καὶ αὐτῶι <καὶ> ἐγγόνοις καὶ ἐάν τ[ι] ἄλλο β-
ούληται ἀγαθ̣ὸν εὑρέσθαι παρὰ τοῦ δή-
μου τοῦ Ἐλευσινίων, κα̣ὶ ἐπιμ̣ε̣λέσθ̣ω α̣-
30 ὐτοῦ ὁ δήμαρχος ὁ ἀεὶ δημαρχῶν ὅ̣του ἂ-
ν δέηται· ἑλέσθαι δὲ αὐτίκα μάλ̣α ὅστι-
ς ἐπιμελήσεται, ὅπως ἂν ἀναγραφεῖ τό-
δε τὸ ψήφισμα καὶ σταθεῖ ἐν τῶι Διονυ-
[σ]ίωι, εἰς δὲ τὴν ἀναγραφὴν δοῦναι Δ δρ-
35 [α]χμὰς τὸν δήμαρχον· δοῦναι δὲ εἰς θυσ-
[ί]αν Δαμασίαι Η δραχμὰς ἀπὸ τοῦ κοινο͂.
[Κ]αλλίμ[α]χος Καλλικράτους εἶπ[ε]ν· ἐπε̣-
[ι]δ̣ὴ Φρυνίσκος Θηβαῖ̣ο[ς] οἰκή̣[σας Ἐλευ]-
[σῖν]ι κό̣[σμιος κτλ. — — — — — — — —]
[— — — — — — — — — — — — — — —]
Search Help
Contact Us