Decrees of the Eleusinians in honor of Damasias and Phryniskos of Thebes. Not from the sanctuary of Demeter and Kore. Upper part of a pedimental stele of white marble, broken at the bottom. Stoich. 30.
| 1 | [θ]εο[ί] |
| [Κα]λ[λί]μαχος Καλλικράτους εἶπεν· ἐπε- | |
| [ιδ]ὴ̣ Δαμασίας Διονυσίου Θηβαῖος οἰκ̣- | |
| [ήσ]ας Ἐλευσῖνι κόσμιός τε ὢ[ν] διατετ[έ]- | |
| 5 | [λ]εκε καὶ φιλανθρώπως ἔχει πρὸς πάντ- |
| [α]ς τοὺς ἐν τοῖ δήμοι οἰκοῦντας καὶ α̣[ὐ]- | |
| [τ]ὸς καὶ οἱ μαθηταὶ αὐτο͂, καὶ Διονύσ[ια] | |
| π̣οιούντων Ἐλευσινίων ἐσπούδασε[ν κ]- | |
| α̣ὶ ἐφιλοτιμήθη πρὸς τοὺς θεοὺς κ[αὶ τ]- | |
| 10 | ὸν δῆμον τὸν Ἀθηναίων καὶ Ἐλευσιν[ίω]- |
| ν, ὅπως ὡς κάλλιστα γένηται τὰ Διονύσ- | |
| ια, καὶ παρασκευάσας τοῖς αὑτοῦ <τ>έλε- | |
| σι χοροὺς δύο, τὸν μὲν παίδων, τὸν δὲ ἀν- | |
| δ̣ρῶν ἐπέδωκεν τεῖ Δήμητρι [κ]αὶ τεῖ Κό- | |
| 15 | ρει καὶ τοῖ Διονύσωι, δεδόχθαι Ἐλευσ- |
| ινίοις, ἐπαινέσαι Δαμασίαν Διονυσί- | |
| ο Θηβαῖον σωφροσύνης ἕνεκα καὶ εὐσε- | |
| βείας τῆς πρὸς τὼ θεὼ καὶ στεφανῶσαι | |
| αὐτὸν χρυσῶι στεφάνωι ἀπὸ Χ δραχμῶν· | |
| 20 | ἀνειπάτω δὲ αὐτὸν ὁ μετὰ Γνᾶθιν δήμα- |
| ρχος Διονυσίων τῶν Ἐλ̣ευσῖνι τοῖς τρ- | |
| αγοιδοῖς, ὅτι ὁ δῆμος ὁ Ἐλευσινίων στ- | |
| εφανοῖ Δαμασίαν Διονυσίου Θηβαῖον | |
| σωφροσύνης ἕνεκα καὶ εὐσεβείας τῆς | |
| 25 | πρὸς τὼ θεώ· ἔστω δὲ αὐτῶι προεδρία κα- |
| ὶ ἀτέλεια ὧν εἰσιν κύριοι Ἐλευσίν[ι]ο- | |
| ι καὶ αὐτῶι <καὶ> ἐγγόνοις καὶ ἐάν τ[ι] ἄλλο β- | |
| ούληται ἀγαθ̣ὸν εὑρέσθαι παρὰ τοῦ δή- | |
| μου τοῦ Ἐλευσινίων, κα̣ὶ ἐπιμ̣ε̣λέσθ̣ω α̣- | |
| 30 | ὐτοῦ ὁ δήμαρχος ὁ ἀεὶ δημαρχῶν ὅ̣του ἂ- |
| ν δέηται· ἑλέσθαι δὲ αὐτίκα μάλ̣α ὅστι- | |
| ς ἐπιμελήσεται, ὅπως ἂν ἀναγραφεῖ τό- | |
| δε τὸ ψήφισμα καὶ σταθεῖ ἐν τῶι Διονυ- | |
| [σ]ίωι, εἰς δὲ τὴν ἀναγραφὴν δοῦναι Δ δρ- | |
| 35 | [α]χμὰς τὸν δήμαρχον· δοῦναι δὲ εἰς θυσ- |
| [ί]αν Δαμασίαι Η δραχμὰς ἀπὸ τοῦ κοινο͂. | |
| [Κ]αλλίμ[α]χος Καλλικράτους εἶπ[ε]ν· ἐπε̣- | |
| [ι]δ̣ὴ Φρυνίσκος Θηβαῖ̣ο[ς] οἰκή̣[σας Ἐλευ]- | |
| [σῖν]ι κό̣[σμιος κτλ. — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — —] |