Decrees of the Eleusinians in honor of Damasias and Phryniskos of Thebes. Not from the sanctuary of Demeter and Kore. Upper part of a pedimental stele of white marble, broken at the bottom. Stoich. 30.
1 | [θ]εο[ί] |
[Κα]λ[λί]μαχος Καλλικράτους εἶπεν· ἐπε- | |
[ιδ]ὴ̣ Δαμασίας Διονυσίου Θηβαῖος οἰκ̣- | |
[ήσ]ας Ἐλευσῖνι κόσμιός τε ὢ[ν] διατετ[έ]- | |
5 | [λ]εκε καὶ φιλανθρώπως ἔχει πρὸς πάντ- |
[α]ς τοὺς ἐν τοῖ δήμοι οἰκοῦντας καὶ α̣[ὐ]- | |
[τ]ὸς καὶ οἱ μαθηταὶ αὐτο͂, καὶ Διονύσ[ια] | |
π̣οιούντων Ἐλευσινίων ἐσπούδασε[ν κ]- | |
α̣ὶ ἐφιλοτιμήθη πρὸς τοὺς θεοὺς κ[αὶ τ]- | |
10 | ὸν δῆμον τὸν Ἀθηναίων καὶ Ἐλευσιν[ίω]- |
ν, ὅπως ὡς κάλλιστα γένηται τὰ Διονύσ- | |
ια, καὶ παρασκευάσας τοῖς αὑτοῦ <τ>έλε- | |
σι χοροὺς δύο, τὸν μὲν παίδων, τὸν δὲ ἀν- | |
δ̣ρῶν ἐπέδωκεν τεῖ Δήμητρι [κ]αὶ τεῖ Κό- | |
15 | ρει καὶ τοῖ Διονύσωι, δεδόχθαι Ἐλευσ- |
ινίοις, ἐπαινέσαι Δαμασίαν Διονυσί- | |
ο Θηβαῖον σωφροσύνης ἕνεκα καὶ εὐσε- | |
βείας τῆς πρὸς τὼ θεὼ καὶ στεφανῶσαι | |
αὐτὸν χρυσῶι στεφάνωι ἀπὸ Χ δραχμῶν· | |
20 | ἀνειπάτω δὲ αὐτὸν ὁ μετὰ Γνᾶθιν δήμα- |
ρχος Διονυσίων τῶν Ἐλ̣ευσῖνι τοῖς τρ- | |
αγοιδοῖς, ὅτι ὁ δῆμος ὁ Ἐλευσινίων στ- | |
εφανοῖ Δαμασίαν Διονυσίου Θηβαῖον | |
σωφροσύνης ἕνεκα καὶ εὐσεβείας τῆς | |
25 | πρὸς τὼ θεώ· ἔστω δὲ αὐτῶι προεδρία κα- |
ὶ ἀτέλεια ὧν εἰσιν κύριοι Ἐλευσίν[ι]ο- | |
ι καὶ αὐτῶι <καὶ> ἐγγόνοις καὶ ἐάν τ[ι] ἄλλο β- | |
ούληται ἀγαθ̣ὸν εὑρέσθαι παρὰ τοῦ δή- | |
μου τοῦ Ἐλευσινίων, κα̣ὶ ἐπιμ̣ε̣λέσθ̣ω α̣- | |
30 | ὐτοῦ ὁ δήμαρχος ὁ ἀεὶ δημαρχῶν ὅ̣του ἂ- |
ν δέηται· ἑλέσθαι δὲ αὐτίκα μάλ̣α ὅστι- | |
ς ἐπιμελήσεται, ὅπως ἂν ἀναγραφεῖ τό- | |
δε τὸ ψήφισμα καὶ σταθεῖ ἐν τῶι Διονυ- | |
[σ]ίωι, εἰς δὲ τὴν ἀναγραφὴν δοῦναι Δ δρ- | |
35 | [α]χμὰς τὸν δήμαρχον· δοῦναι δὲ εἰς θυσ- |
[ί]αν Δαμασίαι Η δραχμὰς ἀπὸ τοῦ κοινο͂. | |
[Κ]αλλίμ[α]χος Καλλικράτους εἶπ[ε]ν· ἐπε̣- | |
[ι]δ̣ὴ Φρυνίσκος Θηβαῖ̣ο[ς] οἰκή̣[σας Ἐλευ]- | |
[σῖν]ι κό̣[σμιος κτλ. — — — — — — — —] | |
[— — — — — — — — — — — — — — —] |