Decree/syngraphe concerning the Eleusinian first fruits. Eleusis copy.  Complete stele of white marble. Stoich. 50.
[ ] Attica — Eleusis — ca. 440-435 BC — IG I³ 78a — Syll.³ 83 — F. Sokolowski, LSCG (1969) 5
See also:
1 [Τιμο]τ̣έλ̣[ε]ς Ἀχαρ̣νεὺ̣ς̣ ἐγραμμάτευε.
[ἔδοχσ]εν τε͂ι βολε͂ι καὶ το͂ι δέμοι· Κεκροπὶς ἐπρυτάνευε, Τιμοτέ-
[λες ἐ]γραμμάτευε, Κ̣υκνέας ἐπεστάτε· τάδε οἱ χσυγγραφε͂ς χσυνέ-
[γρ]α̣φ̣σαν· ἀπάρχεσθαι τοῖν Θεοῖν το͂ καρπο͂ κατὰ τὰ πάτρια καὶ τὲ̣-
5 ν̣ μ̣α̣ν̣τείαν τὲν ἐγ Δελφο͂ν Ἀθεναίος ἀπὸ το͂ν ℎεκατὸν μεδίμνο̣ν̣ [κ]-
ρ̣ιθο͂ν μὲ ἔλαττον ἒ ℎ̣εκτέα, πυρο͂ν δὲ ἀπὸ το͂ν ℎ̣ε̣κ̣α̣τ̣ὸν μεδίμν̣ο̣ν̣ μ̣-
ὲ ἔ̣λαττον ℎεμιέκτεον· ἐὰν δέ τις πλείο καρπ̣ὸν ποιε͂ι ἒ τοσο[ῦ]το-
ν ἒ ὀλείζο, κατὰ τὸν αὐτὸν λό̣γ̣ο̣ν ἀ̣πά̣ρχεσθαι. ἐγλέγεν δὲ τὸ̣ς̣ δεμ-
άρχος κατὰ τὸς δέμος καὶ παραδι̣δό̣ν̣αι τοῖ̣ς ℎιεροποιοῖς τοῖς̣
10 Ἐλευσινόθεν Ἐλευσῖνάδε. οἰκο̣δομε͂σαι̣ δ̣ὲ σιρὸς τρε͂ς Ἐλευσῖ̣ν-
I? K?ATA\ TA\ PA/TRIA *JO/PO A)\N DOKE=I TOI=S *J?IEROPOIOI=S KAI\ TO=I A)?RX?IT-
έκτονι ἐπιτέδειον ἐ͂ναι ἀπὸ το͂ ἀργυρί̣ο το͂ τοῖν Θεο̣ῖν· τ̣ὸν δ̣ὲ κ̣α̣-
ρπὸν ἐνθαυθοῖ ἐμβάλλεν ℎ̣ὸν ἂν παραλάβοσι παρὰ̣ τ̣ο͂ν δεμάρ[χ]ο̣ν̣,
ἀ̣πάρχεσθαι δὲ καὶ τὸς χσυμμάχος κατὰ ταὐτά. τὰς δὲ πό̣λες ἐγ̣λ[ο]-
15 γέας ℎελέσθαι το͂ καρπο͂, καθ̣ότι ἂν δοκε͂ι αὐτε͂σι ἄ̣ρ̣ιστα ὁ καρπὸ̣-
[ς] ἐγλεγέσεσθαι· ἐπειδὰν δὲ ἐγλεχθε͂ι̣, ἀποπεμφσά̣ντον Ἀθ̣έναζε·
τὸς δὲ ἀγαγόντας παραδι̣δόναι τοῖς ℎιεροποιοῖς τοῖς Ἐλευσι-
νόθεν Ἐλευσῖνάδε· ἐ[ὰ]ν δὲ μὲ παραδέχσονται πέντε ἑμερο͂ν [v]vvv
E)PEIDA\N E)PAGGELE=I, PARADIDO/NTON TO=N E)K TE=S PO/LEOS *JO/?Q?EN A)\N E)=-
20 [ι] ὁ κα̣ρ̣π̣ός, εὐθυνόσθον ℎοι ℎ̣ι̣ερ̣ο̣ποιοὶ χιλίαισι̣ν v δραχμ̣ε͂σι [ℎ]-
[κα]στος· καὶ παρὰ το͂ν δεμάρχον κα̣τὰ ταὐ̣τὰ παραδέχεσθαι. [κ]έρ̣υ-
[κα]ς δὲ ℎελομένε ℎε βολὲ πεμφσάτο ἐς τὰς πόλες ἀγγέλλοντ̣ας v[v]
τ̣[άδ’] ℎεφσεφισμένα το͂ι δέμοι, τὸ μὲν νῦν ἐ͂ναι ℎος τάχιστα, τὸ δὲ̣ λ̣-
οιπὸν ℎόταν δοκε͂ι αὐτε͂ι· κελευέτο δὲ καὶ ℎο ℎιεροφάντες καὶ̣ [ὁ]
25 δαιδο͂χος μυστερίοις ἀπάρχεσθαι τὸς ℎέλλενας το͂ καρπο͂ κατ̣ὰ̣
τὰ πάτρια καὶ τὲν μαντεί̣αν τὲν ἐγ Δελφο͂ν· ἀναγράφσαντες δὲ ἐ̣μ̣
πινακίοι τὸ μέτρον το͂ καρπο͂ το͂ τε παρὰ το͂ν δεμάρχον κατὰ τὸ[ν δ]-
[ε͂]μον ℎέκαστον καὶ το͂ παρὰ το͂ν πόλεον κατὰ τὲν πόλιν ℎεκάστ̣ε̣[ν]
[κ]αταθέντον ἔν τε το͂ι Ἐλευσινίοι Ἐλευσῖ̣νι καὶ ἐν το͂ι βο̣λε̣υ̣[τ]ε-
30 ρ̣ίοι· ἐπαγγέλλεν δὲ τὲν βολὲν καὶ τε͂σι ἄλλεσι πόλεσιν τε͂[σι ℎε]-
[λ]λενικε͂σιν ἁπάσεσι, ℎόποι ἂν δοκε͂ι αὐτε͂ι δυνατὸν ἐ͂ναι, λέ̣γ̣ο̣ν-
τας μὲν κατὰ ℎὰ Ἀθεναῖοι ἀπάρχονται καὶ οἱ χσύμμαχοι, ἐκέ[ν]ο̣[ι]-
[ς] δὲ μὲ ἐπιτάττοντας, κελεύοντας δὲ ἀπάρχεσθαι, ἐὰν βόλοντα̣ι̣,
κ̣ατὰ τὰ πάτρια καὶ τὲν μαντείαν τὲν ἐγ Δελφο͂ν. παραδέχεσθαι̣ δ-
35 ὲ καὶ παρὰ τούτον το͂ν πόλεον ἐάν τις ἀπάγει τὸς ℎιεροποιὸς [κα]-
τ[ὰ] τ̣α̣ὐτά. θύεν δὲ ἀπὸ μὲν το͂ πελανο͂ καθότι ἂν Εὐμολπίδαι ἐχσ[ℎε]-
[γο͂]ν̣τα̣ι, τρίττοιαν δὲ βόαρχον χρυσόκερον τοῖν Θεοῖν ℎεκατ̣[έρ]-
[αι ἀ]πὸ το͂ν κριθο͂ν καὶ το͂ν πυρο͂ν καὶ το͂ι Τριπτολέμοι καὶ το͂ι Θ̣ε̣-
ο͂ι καὶ τε͂ι Θεᾶι καὶ το͂ι Εὐβόλοι ℎιερεῖον ℎεκάστοι τέλεον καὶ̣
40 τ̣ε͂ι Ἀθεναί̣α̣ι βο͂ν χρυσόκερον· τὰς δὲ ἄλλας κριθὰς καὶ πυρὸς ἀπ-
οδομένος τὸς ℎιεροποιὸς μετὰ τε͂ς βολε͂ς ἀναθέματα ἀνατιθέν-
αι τοῖν Θεοῖν, ποιεσαμένος ℎάττ’ ἂν το͂ι δέμοι το͂ι Ἀθεναίον δοκε͂-
ι, καὶ ἐπιγράφεν τοῖς ἀναθέμασιν, ℎότι ἀπὸ το͂ καρπο͂ τε͂ς ἀπαρχε͂-
ς ἀνεθέθε, καὶ ℎελλένον τὸν ἀπαρχόμενον· τοῖς δὲ ταῦτα ποιο͂σι
45 πολλὰ ἀγαθὰ ἐ͂ναι καὶ εὐκαρπίαν καὶ πολυκαρπίαν̣, ℎο̣ίτινες ἂν
μὲ ἀδικο͂σι Ἀθεναίος μεδὲ τὲν πόλιν τὲν Ἀθεναίον μεδὲ τὸ Θεό. [v]
Λάμπον εἶπε· τὰ μὲν ἄλλα καθάπερ αἱ χσυγγραφαὶ τε͂ς ἀπαρχε͂ς τ̣ο͂
[κ]αρπο͂ τοῖν Θεοῖν· τὰς δὲ χσυνγραφὰς καὶ τὸ φσέφισμα τόδε ἀναγ-
ραφσάτο ℎο γραμματεὺς ℎο τε͂ς βολε͂ς ἐν στέλαιν δυοῖν λιθίναι-
50 ν καὶ καταθέτο τὲν μὲν Ἐλευσῖνι ἐν το͂ι ℎιερο͂ι τὲν δὲ ℎετέραν ἐ-
μ πόλει· ℎοι δὲ πολεταὶ ἀπομισθοσάντον τ̣ὸ στέλα· ℎοι δὲ κολα̣[κ̣ρ]-
έται δόντον τὸ ἀργύριον. ταῦτα μὲν περ̣ὶ τε͂ς ἀπαρχε͂ς το͂ καρπ̣ο͂ τ̣-
οῖν Θεοῖν ἀναγράφσαι ἐς τὸ στέλα, με͂να δὲ ⋮⋮⋮ ἐμβά̣λλεν ℎεκατονβ̣-
αιο͂να τὸν νέον ἄρχοντα. τὸν δὲ βασ[ι]λέα ℎορίσαι τὰ ℎιερὰ τὰ ἐν τ[ο͂]-
55 ι Πελαργικο͂ι, καὶ τὸ λοιπὸν μὲ ἐνℎιδρύεσθαι βομὸς ἐν το͂ι Πελα̣-
ργικο͂ι ἄνευ τε͂ς βολε͂ς καὶ το͂ δέμο, μεδὲ τὸς λίθος τέμνεν ἐκ το͂ [Π]-
ελαργικο͂, μεδὲ γε͂ν ἐχσάγεν μεδὲ λίθος· ἐὰν δέ τις παραβαίνει v
τ⋮⋮⋮ούτον τι, ἀποτινέτο πεντακοσίας δραχμάς, ἐσα̣γγελλέτο δὲ ℎ-
ο̣ βασιλεὺς ἐς τὲν βολέν· περὶ δὲ το͂ ἐλαίο ἀπαρχε͂ς χσυγγράφ-
60 σας Λάμπον ἐπιδειχσάτο τε͂ι βολε͂ι ἐπὶ τε͂ς ἐνάτες πρυτανείας·
ℎε δὲ βολὲ ἐς τὸν δε͂μον ἐχσενενκέτο ἐπάναγκες.
Search Help
Contact Us