Epitaph of Armasta, her husband, Dioteimos, and their son Dioteimos. Limestone sarcophagus; lines 2-11 of the inscription in a tabula ansata flanked on both sides by a shield.
[ ]
Pisidia — Termessos (Güllük Dağı) — bef. 212 AD — Epigr. Forsch. in Termessos IV (2007) 104, 33
1 | {〚Αρμα〛σ̣τα Ἑρ(μαίου)} |
2 | Αρμαστα, Ἑρμαίου γʹ θυγ(άτηρ), τὴν σωματο- |
θήκην κατεσκεύασεν ἑαυτῇ καὶ τῷ υἱῷ | |
αὐτῆς Διοτείμῳ δίς, τῷ γενομένῳ | |
5 | αὐτῆς ἀνδρὶ Διοτείμῳ Διοσκουρίδου |
ἐπὶ τῷ μηδενὶ ἐξεῖναι μετὰ τὴν τελευ- | |
τὴν αὐτῆς ἀνῦξαι τὴν σωματοθήκην | |
καὶ πτῶμα ἐπιθεῖναι ἢ ὀστέα· ἐὰν δέ | |
τις πειράσῃ τῶ̣ν π̣ρ̣ογεγραμένω̣ν̣ | |
10 | τι ποιῆσε̣, ἐ̣κ̣τείσει τῷ ἱερῷ φ̣ίσκῳ |
𐆖 ͵δ, τῷ δὲ Τερμησέων δήμῳ 𐆖 ͵β. |