Funerary epigram for Attas, son of Menesthes.  Limestone pedimental stele.
[ ] Pisidia — Prov. unkn. [Burdur Arch. Mus.] — Hellenistic period (prob. 2nd c. BC) — Preatti XI Congresso (1997) 811, 1 — Antichthon 32 (1998) 29-33; cf. 34 (2000) 53-54
1 τὸν φιλόεργον, ὁδῖτα, Μενεσθέος ἀγλάου υἱὸν
Ἀτταν ἐν φθιμένοις τοῦτο πέδον κατέχει̣,
ὃς ταγοῖς φίλος ὢν τιμὴν ἔχεν ἐν μερόπεσσιν·
ἔφθιτο δὲ ἑπτὰ λιπὼν παῖδας ἐϋκτιμένως·
5 ἀντὶ δ’ εὐεργεσίης προγενέστατοι ὄλβιοι υἷε[ς]
τάρχυσαν τιμαῖς τε ἐκτέρισαν μεγάλαις·
σῆμα δέ οἱ τόδ’ ἔτευξε Μενεσθεὺς ἄγλαος ἶνις̣
ὧι γενέτει μνήμην τοῖς ἐπιγινομένοις.
Search Help
Contact Us