Funerary epigram for Attas, son of Menesthes. Limestone pedimental stele.
[ ]
Pisidia — Prov. unkn. [Burdur Arch. Mus.] — Hellenistic period (prob. 2nd c. BC) — Preatti XI Congresso (1997) 811, 1 — Antichthon 32 (1998) 29-33; cf. 34 (2000) 53-54
1 | τὸν φιλόεργον, ὁδῖτα, Μενεσθέος ἀγλάου υἱὸν |
Ἀτταν ἐν φθιμένοις τοῦτο πέδον κατέχει̣, | |
ὃς ταγοῖς φίλος ὢν τιμὴν ἔχεν ἐν μερόπεσσιν· | |
ἔφθιτο δὲ ἑπτὰ λιπὼν παῖδας ἐϋκτιμένως· | |
5 | ἀντὶ δ’ εὐεργεσίης προγενέστατοι ὄλβιοι υἷε[ς] |
τάρχυσαν τιμαῖς τε ἐκτέρισαν μεγάλαις· | |
σῆμα δέ οἱ τόδ’ ἔτευξε Μενεσθεὺς ἄγλαος ἶνις̣ | |
ὧι γενέτει μνήμην τοῖς ἐπιγινομένοις. |