Stoic diatribe mentioning Epictetus.  Rock-cut inscription.
[ ] Pisidia — Yazılıkaya, nr. Çandır — ca. 150-200 AD — J.R.S. Sterrett, Wolfe Expedition (1888) 315, 438 — D.S. du Toit, Theios Anthropos (1997) 182-187; 408-409
1                                         ἀγαθῇ τύχῃ·
ἔντυχε, ὦ ξένε, καὶ λήμψῃ τι χρήσιμον ἐφόδιον, μαθὼν
ὡς ὁ τοῖς τρόποις ἐλεύθερος μόνος ἐλεύθερος·
ἀνδρὸς ἐλευθερίας στάθμαν ἔχε τὰν φύσιν αὐτάν,
5 αἴ κα τὰν γνώμαν τις ἐλεύθερος ἔνδοθεν εἴη
ὀρθᾶς ἐκ κραδίας, ἃ γεννικὸν ἀνέρα ποι<εῖ>·
καὶ ταύτᾳ κρείνων τὸν ἐλεύθερον οὔ κεν ἁμάρτοις,
ὄνκον δὲ προγόνων λῆρον καὶ φλήναφον ἁγεῦ·
οὐ γάρ τοι πρόγονοι τὸν ἐλεύθερον ἄνδρα τίθεντι·
10 εἷς γὰρ Ζεὺς πάντων προπάτωρ, μία δ’ ἀνδράσι ῥίζα,
εἷς παλὸς πάντων· ὃ δὲ τὰν φύσιν ἔλλαχεν ἐσθλάν,
εὐπατρίδας τῆνος καὶ ἐλεύθερος ἀτρεκές ἐντι,
δοῦλον δ’ οὐκ ὄκνημι λέγην κακὸν οὐδὲ τρίδουλον,
ὃς [μεγάλ]ως αὐχῇ, κραδία δέ οἱ ἔνδον ἀγεννής·
15 ὦ ξ[ένε, Ἐπ]ίκτατος δούλας ἀπὸ ματρὸς ἐτέχθη,
αἰὲ[ν ὃν] ἀνθρώπων σοφίᾳ ἔπι κύδαν’ <ἐ>μὰ φρήν,
ὅν <τι> χρή με λέγειν· θ<ε>ῖος γένετ’· αἴθε δὲ καὶ νῦν
τοιοῦτός τις ἀνὴρ ὄφελος μέγα καὶ μέγα χάρμα
πάντων εὐξαμένων δούλας ἀπὸ ματρὸς ἐτέχθη.
Search Help