Funerary epigram for Ploutarchos.  Stele of white marble.
[ ] Attica — Prov. unkn. [London, BM] — 4th/5th c. AD — IG II² 12473 — W. Peek, GVI I 639 — E. Sironen, Inscriptions (1997) 274, 240
See also:
1 Πλουτάρχου τόδε σῆμα σαόφρονος, ὃς πολυμόχθου
   κύδεος ἱμείρων ἤλυθεν Αὐσονίην,
ἔνθα πόνοισι πόνους ἀνεμέτρεε τηλόθι πάτρης,
   μουνογενής περ ἐὼν vac. καὶ πατέρεσσι φίλος·
5 ἀλλ’ ἑὸν οὐκ ἐτέλεσσε πόθον μάλα περ μενεαίνων,
   πρόσθε γὰρ ἀστόργου vac. Μοῖρα κίχεν θανάτου. ❦
Search Help