1 | ․․․․αρχος εἶπεν· δεδόχθαι Δυα[λεῦσιν] |
μισθῶσαι τὸ χωρίον τὸ Μυρρινο[ῦντι τὸ] | |
[κ]οινὸν Δυαλέων Διοδώρωι κατὰ συν[θήκ]- | |
[α]ς τάσδε· κατὰ τάδε ἐμίσθωσαν τὸ χωρί[ο]- | |
5 | ν τὸ Μυρρινοῦντι ο[ἱ] φρατρίαρχοι Κα[λλ]- |
ικλῆς Ἀριστείδου Μυρρινούσιος κα[ὶ Δ]- | |
ιοπείθης Διοφάντου Μυρρινούσιος [κα]- | |
ὶ τὸ κοινὸν Δυαλέων τὴν Σακί̣νην καλ[ου]- | |
μένην ἔτη δέκα, vv ὥι γείτων βορρᾶθεν κ̣- | |
10 | [ῆ]πος, νοτόθεν Ὀλυμπιοδώρου χωρίον, ἡλ- |
ίου ἀνιόντος ὁδός, δυομένου Ὀλυμπιοδ- | |
ώρου χωρίον, Διοδώρωι Κ[α]νθάρου Μυρρι- | |
νουσίωι 𐅅Η vv τοῦ ἐνιαυτοῦ ἑκάστου ἀτ- | |
[ε]λὲς καὶ ἀνεπιτίμητον τ̣ῶ̣[ν] τε ἐγδικ[ασ]- | |
15 | ά̣ντων καὶ πολεμίων ἐγβολῆς καὶ φιλίο- |
υ στρατοπέδου καὶ τελῶ[ν κ]αὶ [ε]ἰσφορᾶς | |
καὶ τῶν ἄλλων ἁπάντων· ἐπ[ι]σκ[ε]υάζειν δ- | |
ὲ τὴν οἰκίαν Διόδωρον ΓΛ․․Κ̣ΜΕΝ․․#⁷ΜΕ | |
/// ///Ι τὰς ἀμπέλους τῶν Δυ[αλ]έων Κ̣ΛΛΣΙΜΝ | |
20 | ․ειναι τοῖς φρατριάρχ[οις], κα[ὶ] σκάψει |
τὰς ἀμπέλους δὶς κατ[ὰ πα]σ[ῶν] τῶν ὡρῶν· σ- | |
[π]ερεῖ δὲ τῆς γῆς σίτωι τὴν ἡμίσειαν, τῆ- | |
ς δὲ ἀργοῦ ὀσπρεύσει ὁπό[ση]ν ἂν βούλητ- | |
αι· ἐργάσεται δὲ καὶ τἄλ[λα] δέν[δρ]α τὰ ἥμ- | |
25 | ερα· ἀποδιδόναι δὲ τῆ[ς] μ[ι]σθώσεως τὴν μ- |
[ὲ]ν ἡμίσειαν μηνὸς Βοηδρομιῶνος ἕνηι, | |
τὴν δ’ ἡμίσειαν μηνὸς Ἐλαφηβολιῶνος [ἕ]- | |
[ν]ηι τοῖς φρατριάρχοι[ς] Δυαλέων τοῖς [ἀ]- | |
[ε]ὶ φρατριαρχοῦσιν· ἄ[ρ]χει τῆς μισθώσε- | |
30 | ως ὁ ἐπὶ Ἡγεμάχου Μουνιχιών· μὴ ἐξεῖνα- |
ι δὲ Διοδώρωι κόψαι τῶν δένδρων τῶν ἐ[κ] | |
τοῦ χωρίου μηθὲν μηδὲ τὴν οἰκίαν καθ[ε]- | |
λεῖν· ἐὰν δὲ μὴ ἀποδιδῶι τὴν μίσθωσιν ἐ- | |
[ν] τοῖς χρόνοις τοῖς γεγραμμένοις ἢ μὴ | |
35 | [ἐ]ργάζηται τὸ χωρίον κατὰ τὰ γεγραμμέ- |
[ν]α, ἐξεῖναι τοῖς φρατριάρχοις καὶ Δυα- | |
[λεῦ]σιν ἐνεχυράζειν πρὸ δίκης καὶ μισ- | |
θῶσαι ἑτέρωι τὸ χωρίον ὧι ἂν βούλωντα- | |
[ι], καὶ ὑπόδικος ἔστω Διόδωρος ἐάν τι π[ρ]- | |
40 | [οσ]οφ̣είλει τῆς μισθώσεως ἢ καθέλε[ι] τ[ι] |
[τ]ῆς οἰκίας ἢ κόψει τι τῶν ἐκ τοῦ χωρίου· | |
[ἐὰ]ν δὲ βούληται ἐν τοῖς δέκα ἔτεσιν Διόδω- | |
[ρ]ος ἢ οἱ κληρονόμοι αὐτοῦ, καταβαλόντ- | |
[ων] Δυαλεῦσιν 𐅆 δραχμάς, καὶ ἐάν τινα̣ μί- | |
45 | σθωσιν προσοφείλωσιν, ἀποδ[ό]σθ[ω]σ[α]ν α- |
[ὐ]τοῖς οἱ φρατρίαρχοι καὶ Δυαλεῖς τὸ χ- | |
[ωρί]ον κομισάμενοι τὸ ἀργύριον· ἐὰν δ[ὲ] | |
[μὴ] καταβάλωσιν τὰς 𐅆 v καὶ ἐάν τι προσ[ο]- | |
[φ]είλωσιν τῆς μισθώσεως ἐν τοῖς δέκα ἔ- | |
50 | τεσιν, μὴ εἶναι Διοδώρωι μηδὲ τῶν Διοδ- |
ώρου μηθενὶ συνβόλαιον πρὸς τὸ χωρ[ί]ο- | |
ν τοῦτο μηθὲν καὶ μισθωσάντωσαν Δυαλ- | |
εῖς ὧι ἂν βούλωνται τοῦ πλείστου. ἀναγ- | |
ράψαι δὲ τὴν μίσθωσιν ταύτην ἐν στήλε- | |
55 | ι λιθίνει τοὺς φρατριάρχους καὶ στ[ῆσ]- |
[αι] ἐπὶ τὸ χωρίον. | |
vacat 0.265 |
IG II²
1241