[ ] Att. — stoich. 31 — 300/299
See also:
1 ․․․․αρχος εἶπεν· δεδόχθαι Δυα[λεῦσιν]
μισθῶσαι τὸ χωρίον τὸ Μυρρινο[ῦντι τὸ]
[κ]οινὸν Δυαλέων Διοδώρωι κατὰ συν[θήκ]-
[α]ς τάσδε· κατὰ τάδε ἐμίσθωσαν τὸ χωρί[ο]-
5 ν τὸ Μυρρινοῦντι ο[ἱ] φρατρίαρχοι Κα[λλ]-
ικλῆς Ἀριστείδου Μυρρινούσιος κα[ὶ Δ]-
ιοπείθης Διοφάντου Μυρρινούσιος [κα]-
ὶ τὸ κοινὸν Δυαλέων τὴν Σακί̣νην καλ[ου]-
μένην ἔτη δέκα, vv ὥι γείτων βορρᾶθεν κ̣-
10 [ῆ]πος, νοτόθεν Ὀλυμπιοδώρου χωρίον, ἡλ-
ίου ἀνιόντος ὁδός, δυομένου Ὀλυμπιοδ-
ώρου χωρίον, Διοδώρωι Κ[α]νθάρου Μυρρι-
νουσίωι 𐅅Η vv τοῦ ἐνιαυτοῦ ἑκάστου ἀτ-
[ε]λὲς καὶ ἀνεπιτίμητον τ̣ῶ̣[ν] τε ἐγδικ[ασ]-
15 ά̣ντων καὶ πολεμίων ἐγβολῆς καὶ φιλίο-
υ στρατοπέδου καὶ τελῶ[ν κ]αὶ [ε]ἰσφορᾶς
καὶ τῶν ἄλλων ἁπάντων· ἐπ[ι]σκ[ε]υάζειν δ-
ὲ τὴν οἰκίαν Διόδωρον ΓΛ․․Κ̣ΜΕΝ․․#⁷ΜΕ
/// ///Ι τὰς ἀμπέλους τῶν Δυ[αλ]έων Κ̣ΛΛΣΙΜΝ
20 ․ειναι τοῖς φρατριάρχ[οις], κα[ὶ] σκάψει
τὰς ἀμπέλους δὶς κατ[ὰ πα]σ[ῶν] τῶν ὡρῶν· σ-
[π]ερεῖ δὲ τῆς γῆς σίτωι τὴν ἡμίσειαν, τῆ-
ς δὲ ἀργοῦ ὀσπρεύσει ὁπό[ση]ν ἂν βούλητ-
αι· ἐργάσεται δὲ καὶ τἄλ[λα] δέν[δρ]α τὰ ἥμ-
25 ερα· ἀποδιδόναι δὲ τῆ[ς] μ[ι]σθώσεως τὴν μ-
[ὲ]ν ἡμίσειαν μηνὸς Βοηδρομιῶνος ἕνηι,
τὴν δ’ ἡμίσειαν μηνὸς Ἐλαφηβολιῶνος [ἕ]-
[ν]ηι τοῖς φρατριάρχοι[ς] Δυαλέων τοῖς [ἀ]-
[ε]ὶ φρατριαρχοῦσιν· ἄ[ρ]χει τῆς μισθώσε-
30 ως ὁ ἐπὶ Ἡγεμάχου Μουνιχιών· μὴ ἐξεῖνα-
ι δὲ Διοδώρωι κόψαι τῶν δένδρων τῶν ἐ[κ]
τοῦ χωρίου μηθὲν μηδὲ τὴν οἰκίαν καθ[ε]-
λεῖν· ἐὰν δὲ μὴ ἀποδιδῶι τὴν μίσθωσιν ἐ-
[ν] τοῖς χρόνοις τοῖς γεγραμμένοις ἢ μὴ
35 [ἐ]ργάζηται τὸ χωρίον κατὰ τὰ γεγραμμέ-
[ν]α, ἐξεῖναι τοῖς φρατριάρχοις καὶ Δυα-
[λεῦ]σιν ἐνεχυράζειν πρὸ δίκης καὶ μισ-
θῶσαι ἑτέρωι τὸ χωρίον ὧι ἂν βούλωντα-
[ι], καὶ ὑπόδικος ἔστω Διόδωρος ἐάν τι π[ρ]-
40 [οσ]οφ̣είλει τῆς μισθώσεως ἢ καθέλε[ι] τ[ι]
[τ]ῆς οἰκίας ἢ κόψει τι τῶν ἐκ τοῦ χωρίου·
[ἐὰ]ν δὲ βούληται ἐν τοῖς δέκα ἔτεσιν Διόδω-
[ρ]ος ἢ οἱ κληρονόμοι αὐτοῦ, καταβαλόντ-
[ων] Δυαλεῦσιν 𐅆 δραχμάς, καὶ ἐάν τινα̣ μί-
45 σθωσιν προσοφείλωσιν, ἀποδ[ό]σθ[ω]σ[α]ν α-
[ὐ]τοῖς οἱ φρατρίαρχοι καὶ Δυαλεῖς τὸ χ-
[ωρί]ον κομισάμενοι τὸ ἀργύριον· ἐὰν δ[ὲ]
[μὴ] καταβάλωσιν τὰς 𐅆 v καὶ ἐάν τι προσ[ο]-
[φ]είλωσιν τῆς μισθώσεως ἐν τοῖς δέκα ἔ-
50 τεσιν, μὴ εἶναι Διοδώρωι μηδὲ  τῶν Διοδ-
ώρου μηθενὶ συνβόλαιον πρὸς τὸ χωρ[ί]ο-
ν τοῦτο μηθὲν καὶ μισθωσάντωσαν Δυαλ-
εῖς ὧι ἂν βούλωνται τοῦ πλείστου. ἀναγ-
ράψαι δὲ τὴν μίσθωσιν ταύτην ἐν στήλε-
55 ι λιθίνει τοὺς φρατριάρχους καὶ στ[ῆσ]-
[αι] ἐπὶ τὸ χωρίον.
           vacat 0.265
Search Help
Contact Us