| 1 | ․․․․αρχος εἶπεν· δεδόχθαι Δυα[λεῦσιν] |
| μισθῶσαι τὸ χωρίον τὸ Μυρρινο[ῦντι τὸ] | |
| [κ]οινὸν Δυαλέων Διοδώρωι κατὰ συν[θήκ]- | |
| [α]ς τάσδε· κατὰ τάδε ἐμίσθωσαν τὸ χωρί[ο]- | |
| 5 | ν τὸ Μυρρινοῦντι ο[ἱ] φρατρίαρχοι Κα[λλ]- |
| ικλῆς Ἀριστείδου Μυρρινούσιος κα[ὶ Δ]- | |
| ιοπείθης Διοφάντου Μυρρινούσιος [κα]- | |
| ὶ τὸ κοινὸν Δυαλέων τὴν Σακί̣νην καλ[ου]- | |
| μένην ἔτη δέκα, vv ὥι γείτων βορρᾶθεν κ̣- | |
| 10 | [ῆ]πος, νοτόθεν Ὀλυμπιοδώρου χωρίον, ἡλ- |
| ίου ἀνιόντος ὁδός, δυομένου Ὀλυμπιοδ- | |
| ώρου χωρίον, Διοδώρωι Κ[α]νθάρου Μυρρι- | |
| νουσίωι 𐅅Η vv τοῦ ἐνιαυτοῦ ἑκάστου ἀτ- | |
| [ε]λὲς καὶ ἀνεπιτίμητον τ̣ῶ̣[ν] τε ἐγδικ[ασ]- | |
| 15 | ά̣ντων καὶ πολεμίων ἐγβολῆς καὶ φιλίο- |
| υ στρατοπέδου καὶ τελῶ[ν κ]αὶ [ε]ἰσφορᾶς | |
| καὶ τῶν ἄλλων ἁπάντων· ἐπ[ι]σκ[ε]υάζειν δ- | |
| ὲ τὴν οἰκίαν Διόδωρον ΓΛ․․Κ̣ΜΕΝ․․#⁷ΜΕ | |
| /// ///Ι τὰς ἀμπέλους τῶν Δυ[αλ]έων Κ̣ΛΛΣΙΜΝ | |
| 20 | ․ειναι τοῖς φρατριάρχ[οις], κα[ὶ] σκάψει |
| τὰς ἀμπέλους δὶς κατ[ὰ πα]σ[ῶν] τῶν ὡρῶν· σ- | |
| [π]ερεῖ δὲ τῆς γῆς σίτωι τὴν ἡμίσειαν, τῆ- | |
| ς δὲ ἀργοῦ ὀσπρεύσει ὁπό[ση]ν ἂν βούλητ- | |
| αι· ἐργάσεται δὲ καὶ τἄλ[λα] δέν[δρ]α τὰ ἥμ- | |
| 25 | ερα· ἀποδιδόναι δὲ τῆ[ς] μ[ι]σθώσεως τὴν μ- |
| [ὲ]ν ἡμίσειαν μηνὸς Βοηδρομιῶνος ἕνηι, | |
| τὴν δ’ ἡμίσειαν μηνὸς Ἐλαφηβολιῶνος [ἕ]- | |
| [ν]ηι τοῖς φρατριάρχοι[ς] Δυαλέων τοῖς [ἀ]- | |
| [ε]ὶ φρατριαρχοῦσιν· ἄ[ρ]χει τῆς μισθώσε- | |
| 30 | ως ὁ ἐπὶ Ἡγεμάχου Μουνιχιών· μὴ ἐξεῖνα- |
| ι δὲ Διοδώρωι κόψαι τῶν δένδρων τῶν ἐ[κ] | |
| τοῦ χωρίου μηθὲν μηδὲ τὴν οἰκίαν καθ[ε]- | |
| λεῖν· ἐὰν δὲ μὴ ἀποδιδῶι τὴν μίσθωσιν ἐ- | |
| [ν] τοῖς χρόνοις τοῖς γεγραμμένοις ἢ μὴ | |
| 35 | [ἐ]ργάζηται τὸ χωρίον κατὰ τὰ γεγραμμέ- |
| [ν]α, ἐξεῖναι τοῖς φρατριάρχοις καὶ Δυα- | |
| [λεῦ]σιν ἐνεχυράζειν πρὸ δίκης καὶ μισ- | |
| θῶσαι ἑτέρωι τὸ χωρίον ὧι ἂν βούλωντα- | |
| [ι], καὶ ὑπόδικος ἔστω Διόδωρος ἐάν τι π[ρ]- | |
| 40 | [οσ]οφ̣είλει τῆς μισθώσεως ἢ καθέλε[ι] τ[ι] |
| [τ]ῆς οἰκίας ἢ κόψει τι τῶν ἐκ τοῦ χωρίου· | |
| [ἐὰ]ν δὲ βούληται ἐν τοῖς δέκα ἔτεσιν Διόδω- | |
| [ρ]ος ἢ οἱ κληρονόμοι αὐτοῦ, καταβαλόντ- | |
| [ων] Δυαλεῦσιν 𐅆 δραχμάς, καὶ ἐάν τινα̣ μί- | |
| 45 | σθωσιν προσοφείλωσιν, ἀποδ[ό]σθ[ω]σ[α]ν α- |
| [ὐ]τοῖς οἱ φρατρίαρχοι καὶ Δυαλεῖς τὸ χ- | |
| [ωρί]ον κομισάμενοι τὸ ἀργύριον· ἐὰν δ[ὲ] | |
| [μὴ] καταβάλωσιν τὰς 𐅆 v καὶ ἐάν τι προσ[ο]- | |
| [φ]είλωσιν τῆς μισθώσεως ἐν τοῖς δέκα ἔ- | |
| 50 | τεσιν, μὴ εἶναι Διοδώρωι μηδὲ τῶν Διοδ- |
| ώρου μηθενὶ συνβόλαιον πρὸς τὸ χωρ[ί]ο- | |
| ν τοῦτο μηθὲν καὶ μισθωσάντωσαν Δυαλ- | |
| εῖς ὧι ἂν βούλωνται τοῦ πλείστου. ἀναγ- | |
| ράψαι δὲ τὴν μίσθωσιν ταύτην ἐν στήλε- | |
| 55 | ι λιθίνει τοὺς φρατριάρχους καὶ στ[ῆσ]- |
| [αι] ἐπὶ τὸ χωρίον. | |
| vacat 0.265 |
IG II²
1241