Funerary epigram for Asklepiodote.  Thick pedimental stele of Pentelic marble, in two joining fragments.
[ ] Attica — Athens — Akropolis — 4th/5th c. AD — IG III,2 1383 — E. Sironen, Inscriptions (1997) 168, 99 — SEMA 2694
1 Ἀσκληπιοδότης̣ ἱερόν, φίλε, δέρκεο κάλλος
ψυχῆς ἀθανάτης̣ καὶ σώματος· ἀμφοτέροις γὰρ
ἓν φύσις ὤπασε κάλλος ἀκήρατον· εἰ δέ ἑ Μοῖρα
ἥρπασεν̣, οὐκ ἐδάμασ̣σε· θανοῦσα γὰρ οὐ θάνε μούνη·
5 οὐδὲ πόσιν προλέλοιπε, καὶ εἰ λίπε· νῦν δ’ ἔτι μᾶλλον
οὐρανόθεν μιν ὁρᾶι καὶ τέρπεται ἠδὲ φυλάσσει.
Search Help
Contact Us