Decree and epigram honoring P. Herennius Dexippos.  Base of Pentelic marble.
[ ] Attica — Athens — after 270 AD — IG II² 3669 — E. Sironen, Inscriptions (1997) 55, 4
See also:
I.1     κατὰ τὸ ἐπερώτημα τῆς ἐξ Ἀρίου πάγου βουλῆς καὶ
    τῆς βουλῆς τῶν ∙ ψνʹ ∙ καὶ τοῦ δήμου τοῦ Ἀθηναίων τὸν
    ἄρξαντα τὴν τοῦ βασιλέως ἐν θεσμοθέταις ἀρχὴν καὶ
    ἄρξαντα τὴν ἐπώνυμον ἀρχὴν καὶ πανηγυριαρχήσαντα
5     καὶ ἀγωνοθετήσαντα τῶν μεγάλων Παναθηναίων οἴκο-
    θεν ἱερέα παναγῆ ∙ Πό(πλιον) ∙ Ἑρέν(νιον) ∙ Δέξιππον Πτολεμαίου
    Ἕρμειον τὸν ῥήτορα καὶ συνγραφέα ἀρετῆς ἕνεκα οἱ παῖδε̣[ς].
                                 vacat 0,035
II.8 ἀλκῇ καὶ μύθοισι καὶ ἐν βουλαῖσι κρατίστους
ἄνδρας ἀγακλειτοὺς γείνατο Κεκροπίη,
10 ὧν ἕνα καὶ Δέξιππον, ὃς ἱστορίην ἐσαθρήσας
αἰῶνος δολιχὴν ἀτρεκέως ἔφρασεν·
καὶ τὰ μὲν αὐτὸς ἐσεῖδε, τὰ δ’ ἐκ βύβλων ἀναλέξας
εὕρατο παντοίην ἱστορίης ἀτραπόν.
ἦ μέγα κλεινὸς ἀνήρ, ὃς νοῦ ἄπο μυρίον ὄμμα
15 ἐκτείνας χρονίους πρήξιας ἐξέμαθεν.
φήμη μὲν περίβωτος ἀν’ Ἑλλάδα, τὴν ὁ νεανθὴς
αἶνος Δεξίππῳ δῶκεν ἐφ’ ἱστορίῃ.
τοὔνεκα δ<ὴ> καὶ παῖδες ἀγακλειτὸν γενετῆρα
μορφάεντα λίθου θῆκαν ἀμειβόμενοι.
Search Help
Contact Us