Decree and epigram honoring P. Herennius Dexippos. Base of Pentelic marble.
[ ]
Attica — Athens — after 270 AD — IG II² 3669 — E. Sironen, Inscriptions (1997) 55, 4
See also:
I.1 | κατὰ τὸ ἐπερώτημα τῆς ἐξ Ἀρίου πάγου βουλῆς καὶ |
τῆς βουλῆς τῶν ∙ ψνʹ ∙ καὶ τοῦ δήμου τοῦ Ἀθηναίων τὸν | |
ἄρξαντα τὴν τοῦ βασιλέως ἐν θεσμοθέταις ἀρχὴν καὶ | |
ἄρξαντα τὴν ἐπώνυμον ἀρχὴν καὶ πανηγυριαρχήσαντα | |
5 | καὶ ἀγωνοθετήσαντα τῶν μεγάλων Παναθηναίων οἴκο- |
θεν ἱερέα παναγῆ ∙ Πό(πλιον) ∙ Ἑρέν(νιον) ∙ Δέξιππον Πτολεμαίου | |
Ἕρμειον τὸν ῥήτορα καὶ συνγραφέα ἀρετῆς ἕνεκα οἱ παῖδε̣[ς]. | |
vacat 0,035 | |
II.8 | ἀλκῇ καὶ μύθοισι καὶ ἐν βουλαῖσι κρατίστους |
ἄνδρας ἀγακλειτοὺς γείνατο Κεκροπίη, | |
10 | ὧν ἕνα καὶ Δέξιππον, ὃς ἱστορίην ἐσαθρήσας |
αἰῶνος δολιχὴν ἀτρεκέως ἔφρασεν· | |
καὶ τὰ μὲν αὐτὸς ἐσεῖδε, τὰ δ’ ἐκ βύβλων ἀναλέξας | |
εὕρατο παντοίην ἱστορίης ἀτραπόν. | |
ἦ μέγα κλεινὸς ἀνήρ, ὃς νοῦ ἄπο μυρίον ὄμμα | |
15 | ἐκτείνας χρονίους πρήξιας ἐξέμαθεν. |
φήμη μὲν περίβωτος ἀν’ Ἑλλάδα, τὴν ὁ νεανθὴς | |
αἶνος Δεξίππῳ δῶκεν ἐφ’ ἱστορίῃ. | |
τοὔνεκα δ<ὴ> καὶ παῖδες ἀγακλειτὸν γενετῆρα | |
μορφάεντα λίθου θῆκαν ἀμειβόμενοι. |