Decree and epigram honoring P. Herennius Dexippos. Base of Pentelic marble.
[ ]
Attica — Athens — after 270 AD — IG II² 3669 — E. Sironen, Inscriptions (1997) 55, 4
See also:
| I.1 | κατὰ τὸ ἐπερώτημα τῆς ἐξ Ἀρίου πάγου βουλῆς καὶ |
| τῆς βουλῆς τῶν ∙ ψνʹ ∙ καὶ τοῦ δήμου τοῦ Ἀθηναίων τὸν | |
| ἄρξαντα τὴν τοῦ βασιλέως ἐν θεσμοθέταις ἀρχὴν καὶ | |
| ἄρξαντα τὴν ἐπώνυμον ἀρχὴν καὶ πανηγυριαρχήσαντα | |
| 5 | καὶ ἀγωνοθετήσαντα τῶν μεγάλων Παναθηναίων οἴκο- |
| θεν ἱερέα παναγῆ ∙ Πό(πλιον) ∙ Ἑρέν(νιον) ∙ Δέξιππον Πτολεμαίου | |
| Ἕρμειον τὸν ῥήτορα καὶ συνγραφέα ἀρετῆς ἕνεκα οἱ παῖδε̣[ς]. | |
| vacat 0,035 | |
| II.8 | ἀλκῇ καὶ μύθοισι καὶ ἐν βουλαῖσι κρατίστους |
| ἄνδρας ἀγακλειτοὺς γείνατο Κεκροπίη, | |
| 10 | ὧν ἕνα καὶ Δέξιππον, ὃς ἱστορίην ἐσαθρήσας |
| αἰῶνος δολιχὴν ἀτρεκέως ἔφρασεν· | |
| καὶ τὰ μὲν αὐτὸς ἐσεῖδε, τὰ δ’ ἐκ βύβλων ἀναλέξας | |
| εὕρατο παντοίην ἱστορίης ἀτραπόν. | |
| ἦ μέγα κλεινὸς ἀνήρ, ὃς νοῦ ἄπο μυρίον ὄμμα | |
| 15 | ἐκτείνας χρονίους πρήξιας ἐξέμαθεν. |
| φήμη μὲν περίβωτος ἀν’ Ἑλλάδα, τὴν ὁ νεανθὴς | |
| αἶνος Δεξίππῳ δῶκεν ἐφ’ ἱστορίῃ. | |
| τοὔνεκα δ<ὴ> καὶ παῖδες ἀγακλειτὸν γενετῆρα | |
| μορφάεντα λίθου θῆκαν ἀμειβόμενοι. |