Dedication of a statue in honor of Chrysippos, with an epigram in elegiacs.  Rectangular bomos comprising three blocks of white limestone.
[ ] Pisidia — Kremna (Çamlık-Girme) — Bath house — mid-2nd c. AD — TAD 19.2 (1970) 99, 1 — AS 37 (1987) 49, 1 — SEG 37.1175; 42.1220; cf. 50.1300
1 ∙ Χρύσιππον Παναγῆ ∙
∙ Γ(άϊος) ∙ Φλ(άουιος) ∙ Ἀνθεστιανὸς
Μέμνων τὸν ἑαυτοῦ
πάτρωνα ψηφίσματι
5 ❦ τῆς βουλῆς. ❦
         vacat
6 χαλκῖος μὲν ἐγὼ χρυσοῦ πεπυκασμένος ἄνθι,
Χρυσίππου δ’ ἕστακ’ ἐνθάδ’ ἕκατι, φίλοι,
ναὸν ὀϊστούχωι Λατωΐδι καλλιπαράωι
τοῦτον ὃς οἰκείας ἄνθετ’ ἀπαὶ δαπάνας,
10 ᾧ βίος ἦν παναγής,  ὃν Πιερὶς αὐτοδίδακτον
θῆκ’, ὃν ἀκερσεκόμας ᾔνεσε Λατοΐδας.
γράμματα πολλὰ δ’ ἔλειψε περίκλυτα, φωσὶν ὄνειαρ
οἷς ἀρετᾶς σοφίας θ’ ἵμερος ἐν κραδίαι.
Ἄρτεμιν ἀείσας θ’ ὡς οὐ πάρος ἄλλος ἐν ὕμνοις
15 ἄσπετον ἐκ βίβλων εὖχος ἔδωκε πάτραι.
Search Help