Dice oracle. Tall rectangular pillar, inscribed on four sides.
[ ]
Pisidia — Kremna (Çamlık-Girme) — reign of Hadrian
side A (North).1 | mandatu ∙ L(uci) ∙ Fabrici ∙ Longi ∙ Vibia |
Tatia uxor ∙ eius ∙ et Fabricia ∙ Lu- | |
[cill]a f(ilia) et heres Mercu- | |
ri%⁸¹um [dedicav]e- | |
5 | runt. |
I.6 | [ ααααα ε Δι]ὸς [Ὀλ]υμ[πίου]· |
[— — — — — — — — — — — — — τ]άδ[ε φράζει]· | |
[— — — — — — — — — — — — — ξ]έν[ε, δώσει]. | |
δώσει δ’ εὐφρ̣οσ̣ύν̣η̣ν̣ [ἔργοις, ἀνθ’ ὧν σὺ χαρ]ήσ̣[εις] | |
10 | [ἀλλ’ Ἀφρ]ο̣δ̣ί̣τ̣η̣[ν ἱλάσκου καὶ] Μ̣α̣ιϊά̣δ̣ο̣ς̣ υ̣ἱόν̣. |
II.11 | [ ααααγ ζ] Ἀ[θηνᾶς] Ἀ̣ρ̣ε̣ί̣α̣ς̣· |
[χεῖοι τ]έ̣σσαρε̣ς̣ [ὄ]ν[τες, τρεῖος] εἷς, τ̣άδ̣ε φρά̣[ζει]· | |
[ἔχθραν] κ̣αὶ κα̣κό̣τ̣%⁸¹η̣τ̣α̣ φ[υγὼν ἥξεις ποτ’] ε̣ἰς ἆ̣θλα. | |
[ἥξεις] κ̣αὶ δώ̣σε̣ι σ̣ο̣ι θεὰ γ[λαυκ]ῶπι[ς Ἀθ]ήνη· | |
15 | [ἔσται] σοι πρ[ᾶξι]ς κατ̣[αθύμιος, ἣν] ἐ̣πιβ̣ά̣λ̣λ̣ῃ. |
III.16 | [ ααααδ ] η Μ̣οιρ[ῶν]· |
[τέσσ]α̣ρε%⁸¹ς εἷς πειπ̣[τ— —] | |
[πρᾶξιν], ἣν [— —] | |
[ἄμφι] δὲ κ[ά]μν̣οντ̣α [— —]ο̣ν̣[— —] | |
20 | [εἰ δ’ ἀ]πό[δ]ημ̣ον̣ ἰ̣δ̣έσθαι χ̣ρ̣ό̣[νον — —] ἔσται. |
IV.21 | [ ααα]γγ θ Ἀετ̣οῦ· |
[εἰ δέ] κε π̣ε̣ί̣π̣τ̣ωσι̣%⁸¹ν δύο τ̣ρ̣ε̣ῖ̣ο̣[ι, τρεῖς δ’ ἅμα] χε̣ῖ̣οι· | |
[αἰετὸς ὑψ]ιπέτης εἰς δ̣[εξιὰ χειρὸς ὁδ]εί̣τ̣αις | |
[ὢν ἐ]π̣ὶ̣ μαντείαν ἀ̣γα̣θ̣[ήν· σὺν Ζηνὶ Μεγίσ]τ̣ῳ̣. | |
25 | [τεύ]ξῃ, ἐ̣φ̣’ ἣ̣ν ὁ̣ρ̣μ̣[ᾷ]ς π̣[ρᾶξιν· μηδὲν δὲ] φο̣[β]ηθ̣ῇ̣ς̣· |
V.26 | ϛ[αα]α̣α [ι Δαί]μο̣ν[ος Μεγίστ]ου· |
[ἑξεί]της μοῦν̣[ος καὶ χ]ε̣ῖοι τέσσαρ[ες ὄ]ντε[ς]· | |
[Δαί]μ̣ονι, ἥν[τιν’ ἔχεις, εὐχὴν ἀ]π̣ο̣δ̣όντι̣ σο̣[ι] ἔ[σται] | |
[βέλ]τ̣ι̣ο̣ν̣, ε[ἰ μέλλεις πράσσειν κατὰ νοῦν, ἃ μ]ε[ριμ]ν̣ᾷ̣[ς]. | |
30 | [Δη]μ̣ήτ̣ηρ γάρ σ[οι καὶ Ζεὺς σωτῆρες ἔσο]ντα[ι]. |
VI.31 | [ α]α̣α̣δ̣γ [ ι Τύχης Κηδεμόνος]· |
[εἰ] δ̣έ̣ κ%⁸¹ε τρ̣εῖς χε̣[ῖοι καὶ τέσσαρα] καὶ τ̣%⁸¹ρί’ ὁ πέμπτ̣ο[ς]· | |
[τ]ὴ̣ν π̣ρ̣ᾶξιν μὴ π̣[ράξῃς], ἣ̣ν ν[ῦν] ἐπιβάλλῃ. | |
[τ]όν γε νοῦν σὸ[ν ἐ]όντα θε̣[οὶ κ]ατ̣έ̣χουσιν ἐτ’ [αὐτόν], | |
35 | [τό]ν τ̣ε πόνον [λύσουσι θ]ε̣οὶ κ̣[αὶ οὐθὲν κακ]ὸν ἔσται. |
VII.36 | γγγαα ι̣α̣ Νε̣ίκης· |
[εἰ] δέ κε τρ̣[εῖς τ]ρ̣ί̣α πείπ[τωσιν, χεῖοι δὲ δύο] δ’ ἄλλο[ι]· | |
[νι]κήσεις, [λ]ή̣[μψῃ δ’ ἃ θ]έλε̣[ις, τὰ δὲ πάντα σοι ἔστ]α̣ι̣· | |
[τι]μ̣ητόν σε̣ τ̣ι̣θ̣ε̣ῖ̣ [Δαίμων, ἐχθρ]ῶ̣ν τ̣ε̣ κρατήσε[ις]. | |
40 | [βουλὴ δ’] ἔστ̣[αι σοι κατ]α̣θ̣[ύμιος], ἣν ἐπιβάλλῃ. |
VIII.41 | δ̣δ̣α̣α̣α̣ ι̣α Νε̣ίκης Ἱλ̣α̣ρ̣ᾶ̣ς· |
[εἰ δέ κε] πείπτ̣ω̣σ̣ιν δ̣ύ̣ο̣ τ̣έσ[σαρα, τ]ρ̣εῖς [δ’] ἅμα χ[εῖοι]· | |
[τ]ὴν πρᾶ[ξιν πᾶσαν — — — — ·ἔσται] γὰ̣ρ ἄ̣μεινον· | |
[τ]όν τ̣ε νοσ̣οῦντ̣α̣ θ̣ε̣ο̣ὶ̣ [σώσουσ’] ἀπ̣ὸ κ̣λ̣[ε]ίν[ης]. | |
45 | [καὶ] τ̣ὸν ἐν ἄ̣λ̣[λῳ δήμῳ ἐόντα ἥξει]ν θε̣ὸ̣ς αὐδᾷ. |
IX.46 | δ̣αα̣γγ ι̣β̣ Ἀσκλ%⁸¹ηπ̣ιο̣[ῦ]· |
[τέ]σσαρα εἷς πέιπτων, χεῖοι δ̣ύ̣ο̣ κ̣αὶ δ̣ύο τ̣ρε̣ῖ̣οι· | |
[πρά]ξει μὲν χειμὼ̣ν ἐνκείσεται, ἀ̣λ̣λ̣ὰ̣ κα̣λ̣ό̣ν το[ι]· | |
[καὶ] τ̣ὸ̣ν κά̣μνοντ̣’ ἐ[ν νούσῳ σώσειν θε]ὸς αὐδ̣[ᾷ]. | |
50 | [τ]ό̣ν τ̣’ ἀπόδ̣ημο̣[ν] ἐό[ντα σώσου]σιν ἐς ο̣[ἴκους]. |
X.51 | αααϛγ ι̣β Τ̣ύχη̣ς Κυβ̣ερνώσης· |
[τρ]εῖς χεῖοι καὶ ἑξείτης πέμπτος τρί’ ὁ πέμπτο[ς]· | |
[μ]ήπω σπεῦδε· μολεῖν οὐκ ἔστ’, ἀλλ’ ἐπίμεινον· | |
[εἰ] δ̣ὲ κενοσπού̣δ̣ω̣ς χρῄσῃ, [ἑαυ]τὸν μέγα βλάψεις. | |
55 | [ἐ]π̣ιμείναντι δὲ καιρὸς καὶ πάντ’ ἐπιτεύξῃ. |
XI.56 | αααϛδ ιγ Ἀφροδείτης· |
[τ]ρεῖς χεῖοι̣ [κ]α̣ὶ [ἑξ]είτης, πέμπτος [τέσσαρα πείπτ]ω[ν]· | |
[σ]τέλλε, ὅπου χρ̣ῄζεις· χαίρων σὺ δ̣ὲ̣ οἴκα̣δ̣’ ἀ̣φί̣[ξῃ] | |
[ε]ὑ̣ρ̣ὼν καὶ πρά[ξ]ας, ὅσσα φρεσὶ σῇσι μενοινᾷς· | |
60 | [ἀ]λλ’ Ἀφροδείτην ε̣ἱλά̣σκου̣ καὶ Μαϊάδος υἱόν. |
XII.61 | αγγγγ ιγ Δ̣ιὸς καὶ Ἀθηνᾶς· ❦ |
[εἷς] χεῖος, τρεῖοι δ’ οἱ τέσσαρες εἰ πε̣ίπτωσιν· | |
[εἰς] πρᾶξιν πᾶ̣σαν ἀγα̣[θ]ὸς κ̣α̣ὶ̣ ἑ̣τ̣οῖμος ἐπ’ ἔργον· | |
[τ]ό̣ν γε νοῦν σὸν ἐ[όν]τα θεοὶ σώσουσιν ἑτοίμ[ως]. | |
65 | καὶ περ̣ὶ̣ τ̣ῶ̣ν ἄλλω̣ν μα̣ντεί[ω]ν ἐστὶ καλόν σο[ι]. |
XIII.66 | ααγδδ ιγ Ὡ̣ρῶν· |
[{²very scant letter traces on foot}²] | |
[— — — — — — — — — — — — — — —] | |
[β]ο̣υ̣λήν, ἣν πράσεις, θεὸς οὐκ ἐᾷ, ἀλλ’ ἐπίμεινον. | |
70 | δεινὸν δ’ εἰς ἔριν ἔ̣[ρχ]εσθαι̣ καὶ ἀγῶνα δίκην τε. |
side B (West).XIV.71 | αγγγδ ιδ Ποσειδῶνος· |
εἷς χεῖος καὶ τρία τρεῖς καὶ τέσσαρες εἷ<ς>· θεὸς αὐδᾷ· | |
λακτίζεις πρὸς κέντρα, πρὸς ἀντία κύματα μοχθεῖς. | |
ἰχθὺν ἐν πελάγει ζητεῖς, μὴ σπεῦδ’ ἐπὶ πρᾶξιν· | |
75 | [οὔ σοι χρήσι]μ̣όν ἐστι θ̣[εοὺς βιάσασ]θ̣α̣ι̣ ἀκαί%⁸¹ρως. |
XV.76 | [ ϛααγγ] ι̣δ Δαίμονος· |
[μοῦνος δ’ ἑξ]είτης, χεῖοι δύο καὶ τρία δισσοί· | |
[μηδὲ σὺ φρικ]τ̣ὰ νόει μηδ’ ἀντία Δαίμοσιν εὔχου· | |
[δεινὰ φρονε]ῖς· οὐθὲν γὰρ ὀνήσιμόν ἐστιν ἀπ’ αὐτοῦ. | |
80 | [οὐδ’ ὁδόν, ἣν σ]τείχεις, κέρδος τί σοί ἐστιν ἀπ’ αὐτῆς. |
XVI.81 | [ δδδαα ι]δ̣ Ἀγαθοῦ Δαίμονος· |
ε̣ἰ̣ δέ κε π̣εί̣πτωσιν τρεῖς τέσσαρα, χεῖοι δὲ δυ’ ἄλλοι· | |
ἡγεμονεύσει σοι Δαίμων ὁδόν, ἣν ἐπιβάλλῃ· | |
π〚—〛έμψει {²⁶πέμψει}²⁶ δ’ εἰς ἀγαθόν σε φιλομμείδης Ἀφροδείτη. | |
85 | σὺν καρποῖς ὕπαγε καὶ ἀπήμονι Μ%⁸¹οίρῃ. |
XVII.86 | αγγδδ ιε Διὸς Σωτῆρος· |
εἷς χεῖος, τρία πείπτοντες δύο, τέσσαρα δ’ οἱ ἄλλοι· | |
ἣν ἐπιβάλλῃ πρᾶξιν, θαρρῶν ἴθι, πράσσε. | |
ἐνχείρει· καλὰ μαντεῖα θεοὶ τάδ’ ἔφηναν· | |
90 | μήτ’ ἐπὶ νοῦν ἀλέου· οὐθὲν γάρ σοι κακὸν ἔσται. |
XVIII.91 | αααϛϛ ιε Διὸς Ἄμμωνος· |
χεῖοι τρεῖς, δύο δ’ ἑξεῖται, τάδε σο%⁸¹ι θεὸς αὐδᾷ· | |
ἣν φ%⁸¹ρεσὶν ὁρμαίνεις ἰέναι, ταύτην ἴ%⁸¹θι θαρρῶν. | |
πάντα σοι θεὸς εὖ δώσει, πράξεις δ’ ὅσα βού%⁸¹λει· | |
95 | Ζεὺς ὑψιβρεμέτης σωτὴρ καὶ πάντα σο%⁸¹ι ἔσται. |
XIX.96 | γγγγγ ιε Τύχης Σωτείρ%⁸¹ης· |
εἰ δέ κε πάντες ὁμοῦ πείπτωσιν τρ%⁸¹εῖ%⁸¹οι ὁμοῖοι· | |
ἥδε νέον τίκτουσα βρέφος ξηροὺ%⁸¹ς ἔχε μαστούς· | |
ἀλλὰ πάλιν βλάστησε καὶ ἀπέρρε%⁸¹υσε γάλακτος· | |
100 | καὶ τότε ἕξεις καρποὺς περὶ ὧν μ’ ἐπερ%⁸¹ωτᾷς. |
XX.101 | δγϛαα ιε Δι%⁸¹ὸς Ξενίου· |
τέσσαρα εἷς καὶ τρία ἑξείτης, χεῖοι δὲ δυ’ ἄλλοι· | |
πρᾶξιν, ἐφ’ ἣν μέλλεις ἰέναι, μὴ σπεῦδ’, οὔπω γὰρ ὁ καιρός· | |
ἐν νούσῳ δέ τ’ ἐόντα θεοὶ σώσουσιν ἑτοίμως, | |
105 | καὶ τὸν ἐν ἄλλῃ χώρᾳ ἐόντα ἥξειν θεὸς αὐδᾷ. |
XXI.106 | ϛγγγα ιϛ Ἡρακλέους· |
ἑξείτης εἷς, τρεῖς δὲ τρία καὶ πέμπτος ὁ χεῖος· | |
ο̣ὔπω καιρὸν ὁρῶ, σπεύδεις δὲ σύ· μὴ κενὰ μόχθει, | |
μηδ’ ὥς τίς τε κύων τυφλὴν ἐκύησε λοχείην· | |
110 | ἥσυχα βουλεύου· καί σοι θεὸς ἡγεμονεύσει. |
XXII.111 | ϛδδαα ιϛ Ἄρεως· |
ἑ̣ξείτης εἷς, δύο τ%⁸¹έσσαρα καὶ δύο χεῖ%⁸¹οι· | |
τί σπεύδεις; μέν’ ἐπ’ ἡσυχίης, οὔπω γὰρ vac. ὁ καιρός· | |
εἰ δὲ κενοσπουδεῖς ματαίως, ἀνέτοιμα διώκεις. | |
115 | οὔπω καιρὸν ὁρῶ, με%⁸¹ικρὸν δὲ παρεὶς ἐπιτεύξῃ. |
XXIII.116 | δγγγγ ιϛ Κρόνου· |
τέσσαρα πείπτων <εἷς>, τρία τέσσαρες ἄλλοι· | |
[σ]κορπίοι ἑστᾶσιν καθ’ ὁδόν· μὴ σπεῦδ’ ἐπὶ πρᾶξι̣[ν], | |
[ἣ]ν μέλλεις· μεῖνον δέ, καὶ ὕστερον ἔσται, ἃ βούλει. | |
120 | [οὔ]τε γὰρ ὠνεῖσθαι τόδε λώιον οὐτ’ ἀποδόσθα%⁸¹ι. |
XXIV.121 | δδδαγ ιϛ Ἀπόλλωνος Δελφικοῦ· |
[τέ]σ̣σαρα τρεῖς καὶ εἷς χεῖος καὶ τρεῖος ὁ πέμπτος· | |
μὴ σπεῦδ’· οὔπω καιρὸν ὁρῶ· μετὰ ταῦτα δὲ πράξεις | |
πάντα κατὰ γνώμην, καί σοι θεὸς ἡγεμονεύσει. | |
125 | μήτε γὰρ ὠνεῖσθαι σπεύσῃς τόδε μήτ’ ἀποδόσθ̣αι. |
XXV.126 | ϛϛααγ ιζ Εἴσιδος Σωτείρης· |
[δι]σ̣σοὶ δ’ ἑξεῖται, δύο χεῖοι, τρεῖος ὁ πέμπτος· | |
[εἰσα]φικοῦ, ἐκ τρίποδος φθόνγον δέχου· ἔσται ὁ καιρὸς | |
[πλ]ήρης καὶ θαλαμῶν· σὺ γαμήσας οἴκαδ’ ἀφείξῃ· | |
130 | [πει]ρανεῖς, ἃ θέλεις πράξας, εὑρὼν δ’ ἃ μεριμνᾷς. |
XXVI.131 | αϛγγδ ιζ Ἑρμοῦ Σωτῆρος· |
[χ]εῖος καὶ ἑξείτης, δύο τρεῖοι, τέσσαρ’ ὁ πέμπτος· | |
ο̣ὐθέν σοι λυπηρὸν ὁρῶ, περὶ ὧν μ’ ἐπερωτᾷς· | |
μηδ’ ὀλιγοψύχει, θ̣αρρῶν ἴθι, πάντα δ’ ἃ χρῄζεις | |
135 | εὑρήσεις· εὔχη τ’ ἔσται καὶ καιρὸς ἄμεμπτος. |
XXVII.136 | δδγγγ ιζ Σεράπιδος· |
τέσσαρα δ’ εἰ πείπτωσιν δύο καὶ οἱ τρε<ῖ>ς τρεῖοι· | |
θάρσει, ἀγωνίζου· Ζεὺς Κτήσιός ἐστιν ἀρωγός· | |
τόν τε σὸν ἀντίπ̣[αλ]ον κολάσῃ κ’ ὑποχείριον ἕξεις. | |
140 | δώσει δ’ εὐφροσ[ύνην] ἔργοις, ἀνθ’ ὧν σὺ χαρήσῃ. |
XXVIII.141 | α[δδδδ ιζ] Νεμέσεως· |
[εἰ] δὲ πε[ίπτει μοῦνος χεῖ]ο̣ς̣ καὶ τέσσαρες ἄλλοι· | |
[νῦ]ν̣ σ̣[οι πάντα τελεῖ Δαίμω]ν καὶ εἰς ὀρθὸν ὁδηγε̣[ῖ]· | |
[πράξεις πᾶν κατὰ νοῦν· καὶ μηκέτι] τ̣ρ̣ῦχε σε̣[αυτόν]. | |
145 | [— — — — — — — — — — — — — — — — — — — —] |
side C (South).XXIX.146 | ϛϛααδ ιη Ἀδραστείας· |
τὴν πρᾶξιν πράσσων ἐνχείρει· ἔσται γὰ[ρ ὁ καιρός]· | |
ἔν τε μέσοις χαλεπὴ καὶ κίνδυνος παρά̣[κειται]. | |
καὶ περὶ τῶν ἄλλων μαντείων ἐστὶ καλ[ῶς σοι]. | |
XXX.150 | αϛδδγ ιη Διὸς Κεραυνίο[υ]· |
οὐκ ἔστιν πράσσοντα κατὰ γνώμην, ἃ μερι̣μ̣[νᾷς]. | |
οὔτε γὰρ ἐν ἄλῳ δήμῳ ἰέναι σύμφορόν ἐ[στιν]. | |
οὔτε ὠνούμενος αἰσθήσει οὔτε ὀνήσιμον [ἔσται]. | |
XXXI.154 | δδδγγ ιη Δαίμονος Μεγίστο[υ]· |
155 | οὔ σοι ὁρῶ βουλὴν τήνδ’ ἀσφαλῆ, ἀλλ’ ἀνάμει̣[νον]· |
εὖ πράξεις· ἔσται δὲ τύχη μετὰ ταῦτα· τὰ νὺν δὲ | |
ἥσυχος ἴσθι, θεοῖς πείθου καὶ ἐπ’ ἐλπίδος ἴσθ̣[ι]. | |
XXXII.158 | ϛγγγγ ιη Ἀγαθοῦ Κρόνου· |
μὴ σπεύσῃς {ης}, Δαίμων ἀντίσ<τα>ται, ἀλλ’ ἀνάμει̣[νον]· | |
160 | μηδ’ ὥς τίς τε κύων τυφλὴν ἐκύησε λοχε̣ί̣η̣ν· |
ἥσυχα βουλεύου̣, καί σοι χαριέντα τελεῖτ̣αι. | |
XXXIII.162 | ϛϛαγγ ιθ Ἐλπίδος Ἀγαθῆ%⁸¹ς· |
ἑ̣ξεῖται δύο, δύο τρεῖοι καὶ μοῦνος ὁ πέμπτος· | |
εὔοδά σοι πάντ’ ἐστὶ καὶ ἀσφαλῆ, ὧν μ’ ἐπερω̣τ%⁸¹ᾷς· | |
165 | μηδὲ φοβοῦ· Δαίμων γὰρ ὁδηγήσει πρὸς ἅπαντ̣α̣. |
παύσει γὰρ λύπης χαλεπῆς, λύσει δ’ ὑπόνοιαν. | |
XXXIV.167 | δδδϛα ιθ Διὸς Κτησίου· |
θαρσῶν ἐνχείρι· καὶ ἐφ’ ἐλπίδος ἐστὶν ὁ χρ[η]σμός, | |
ὦ ξ%⁸¹ένε, μανύει καὶ τὸν νοσέοντα σεσῶσθαι. | |
170 | εἰ δέ τι μαντεύῃ χρέος, ὃ χρῄσζεις, ἀπολήμψῃ. |
〚— — — — — — {²line erased}² — — — — — —〛 | |
XXXV.172 | γδδδδ ιθ Ἑρμοῦ Κερδενπόρο[υ]· |
Ζεὺς ἀγαθὴν βουλὴν σαῖσι φρεσίν, ὦ ξένε, δώσει̣· | |
ὧν ἕνεκ’ ἔσται πᾶν καλῶς, ἐπιτεύξῃ ἃ̣ βούλε[ι]· | |
175 | εὑρήσεις δὲ ὅσα μαντεύῃ καὶ οὐδέν σοι κακόν. |
XXXVI.176 | γγγϛδ ιθ Νείκης· |
μαντείαν ἀγαθὴν ἐνέπεις, ξένε· τήνδε νοήσα[ς] | |
πράξεις δὲ ὅσα {οσα} θέλεις καὶ συνλήνπτωρ θεὸς ἔστ̣[αι]· | |
νεικήσεις, καρποὺς λήμψῃ καὶ πάντ’ ἐπιτεύξῃ. | |
XXXVII.180 | δδδδδ κ Μοιρῶν Ἀδυσωπητῶν· |
ἠέλιος δὲ δέδυκεν, ἐφέστηκεν δ’ ὀλοὴ νύξ. | |
πάντα δ’ ἀμαυροῦται· παῦσαι, περὶ ὧν μ’ ἐπερωτᾷς· | |
οὔτε γὰρ ὠνεῖσθαι τόδε λώιον οὔτε ἀποδόσθα̣[ι]. | |
XXXVIII.184 | δγϛϛα κ Σελήνης· |
185 | τὴν πρᾶξιν ταύτην μήπω πράξεις· οὔκ ἐστί σοι ἐσθ̣[λόν]· |
τὸν ξεῖνον <νο>σ{ο}έοντα {²⁶νοσέοντα}²⁶ σῴζειν θεὸς αὐδᾷ· | |
εἰ δὲ φόβος τις ἔνεστιν, οὐκ ἔσται σοι κακὸν οὐθέν. | |
XXXIX.188 | ϛδδγγ κ Διοσκόρων Κηδεμόνω[ν]· |
οὐκ ἔστιν σπεύδοντα τυχεῖν, ὅσα καιρὸς ἀνώγει. | |
190 | κέρ̣δος ἔχεις· πάντη δὲ ἐστὶ νέφος ἐκ κακότητος· |
δύσμορος ἡ πρᾶξις, μοχθηρὰ δὲ πάντα· φύλαξαι. | |
XL.192-197 | {²omitted at this point but added on this side at the foot of the pillar}² |
XLI.198 | ϛϛδδα κα Δήμητρος· |
εὔοδά σοι πάντα ἐστὶ καὶ ἀσφαλῆ, περὶ ὧν μ’ ἐπερωτᾷς· | |
200 | μηδὲ φοβοῦ· Δαίμων γὰρ ὁδηγήσει πρὸς ἅπαντα. |
καὶ οὐθέν σοι λυπηρὸν ὁρῶ· θαρρ̣ῶν δὲ βάδιζε. | |
XLII.202 | δδδϛγ κα Ἡλίου Φωσφόρου· |
ὅσσα θέλεις, πράξ%⁸¹εις· εὑρήσεις, ὅσσ%⁸¹α μεριμνᾷς. | |
ἐνχείρι, ξένε, θαρρήσας, πάντ’ ἐστὶν ἑτοῖμα. | |
205 | τἀφανὲς εὑρήσεις, σωτήριον ἦμαρ ἀπίξῃ. |
XLIII.206 | γγγϛϛ κα Τύχης ἐπὶ καλὰ προβιβαζούσης· |
εἰσ<ὶ> καλα<ὶ> πράξεις· σπε̣ύδει<ν> δέ σε̣ χρησμὸς ὅδ’ αὐδᾷ. | |
ἐκφεύξῃ γὰρ νούσου χαλεπῆς, πάντων γε κρατή- | |
σεις, ❦ καὶ τὸν ἀλώμενον ἐν ξενίῃ χώρῃ ἥ- | |
210 | ξειν θεὸς αὐδᾷ. ❦ |
XLIV.211 | αϛϛϛγ κβ Μοιρῶν Ἐπιφανῶν· |
εἰς στόμα μὴ δοῖς χεῖρα λύκῳ, μή σοί τι γένηται̣· | |
δυσχερές ἐστιν πρᾶγμα, περὶ οὗ πεύθῃ, καὶ ἄπιστον. | |
ἀλλ’ ἡσύχιος μένε τῆς ἀπόδου καὶ ἀγορασμοῦ. | |
XLV.215 | δδ%⁸¹δδϛ κβ Ποσειδῶνος· |
εἰς πέλαγος σπέρμα βαλεῖν καὶ γράμματα γρά|[ψ]αι | |
ἀμφότερος μόχθος τε κενὸς καὶ πρᾶξις ἄκαρπος. | |
μηδὲ βιάζου θνητὸς ἐὼν θεόν, ὅς σέ τι βλάψει. | |
XLVI.219 | δγγϛϛ κβ Ἄρεω[ς] Θουρίου· |
220 | μὴ βαίνε<ιν ὁδό>ν, ἣν μέλλεις, ξένε, τή̣νδε γὰρ οὐδείς· |
[αἴθ]ω̣ν ἐσχώρησε λέων μέγας, ὃ̣[ν] πεφύλαξαι, | |
[δει]νός· ἄπρακτος ὁ χρησμός· ἐπ’ ἡσυχίῃ δ’ ἀ- | |
νάμε̣ι%⁸¹νον. | |
XL.192 | ϛϛϛαα κ Ἡφαίστο[υ]· {²on foot of pillar}² |
οὐκ ἔ̣σ̣τ̣ιν πρᾶξαί [τι, ματὴν] | |
[μὴ] δὴ̣ κ̣ε̣νὰ μόχθει καὶ μὴ πάν̣[τα] λ̣ί̣θ̣[ον] | |
195 | κ̣ίνει, μὴ [καὶ] σκορπίον εὕρῃς. |
[— — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — —] | |
side D (East).XLVII.224 | [ α]ϛϛϛδ κγ Ἀθη[νᾶς]· |
225 | Παλλάδ’ Ἀ%⁸¹θηναίην τε[ίμ]α καὶ πά[ντα σοι ἔσται], |
ὅ̣σσα θέλεις. καί σοι τὰ δε[δογμένα πάντα τελεῖται]· | |
λ̣ύσει δὲ ἐκ δε̣[σμῶν — — — — — — — — — — —] | |
XLVIII.228 | ϛϛδδγ [κγ Εὐφροσύνης]· |
στέλλε, ὅπου σοι θυ̣[μὸς — —] | |
230 | εὑρὼν καὶ πράξας κατ̣ὰ̣ [νοῦν — —] |
εὐφροσύνην ὠνεῖσθαι πω̣[λεῖν — —] | |
XLIX.232 | ϛϛϛγγ κδ Ἀπό[λλωνος]· |
μίμνειν· μὴ πράξῃς· Φοίβο%⁸¹υ χρ̣η̣[σμοῖσι πείθου]. | |
ἐν χρόνῳ καιρὸν τηρεῖν· νῦν δ’ ἥσυ̣[χος ἴσθι]. | |
235 | μεικρὸν ἐ%⁸¹πισχὼν τελέσεις πάν[θ’, ὅσσα μεριμνᾷς]. |
L.236 | δδδϛϛ κδ Κρόνου Τεκνο[φάγου]· |
μίμνε δόμων ἐπὶ σῶν· πάλι μηδ’ ἄ̣λ̣[λοθι βαῖνε], | |
μή σοι θὴρ ὀλοὸς κα̣ὶ ἀλάστωρ ἐνγύθεν [ἔλθῃ]. | |
ο̣ὐ̣ γὰ̣ρ ὁρῶ πρᾶξιν τήνδε ἀσφαλῆ οὐδὲ β[έβαιον]. | |
LI.240 | ϛϛϛδγ κε Μηνὸς Φωσφόρου· |
θάρσει· καιρὸν ἔ[χ]εις· πράξεις, ἃ θέλεις, καιροῦ τε ἐπ[ιτεύξῃ]. | |
εἰς ὁδὸν ὁρμηθῆναι· ἔχει {ς} καιρόν τινα μόχθο[ς]· | |
ἔργον δ’ ἐνχειρεῖν ἀγαθὸν καὶ ἀγῶνα δί̣κ̣η[ν τε]. | |
LII.244 | ϛϛϛϛα κε Μητρὸς Θεῶν· |
245 | ὡς ἀρνῶν κ%⁸¹ρατ̣έ%⁸¹ουσ̣ι λύκοι κρατε<ρ>οί τε λέοντε[ς] |
βοῦς ἕλικας, πάντων τούτων δ’ ἔ[τ]ι καὶ σὺ κρατήσ̣[εις], | |
καὶ πάντα ἔσται σοι, ὅσσα ἐπερωτᾷ[ς] σὺν Διὸς Ἑρμ[εῖ]. | |
LIII.248 | ϛϛϛδδ κϛ Διὸς Καταχθονίου· |
ἡ πρᾶξις κωλύματ’ ἔχει. μὴ σπεῦδ’, ἀλλ’ ἀνάμ̣[εινον]· | |
250 | [λ]υπηρά τις ὁδὸς καὶ ἀμήχανος οὐδὲ προσι̣κ̣[τή]. |
ὠ̣νεῖσθαι χαλεπὸν καὶ πωλεῖν τι βλάβος ἔσ[ται]. | |
LIV.252 | ϛϛϛϛγ κζ Ἀφροδείτης Οὐρανία̣[ς]· |
οὐρανόπαις Ἀφροδείτη, Ἐρώτων πότνι’ ἄνα̣[σσα], | |
[πέ]μπει μαντείαν ἀ̣γαθήν, δώσει ὁδόν σ̣[οι]· | |
255 | ἐκφεύξῃ τε νόσου κα̣[ὶ] φροντίδος αἰνεσιθύ̣[μου]. |
LV.256 | ϛϛϛϛδ κη Βλάβης· |
οὐκ ἔστιν πρᾶξαι τι μάτην· μὴ δὴ κενὰ μόχθ[ει], | |
μή σοι σπεύδοντι βλάβος τι γένηται· | |
οὔτε γὰρ εἰς ὁδὸν ὁρμᾶσθαι καλὸν οὔτ’ ἀγο[ράζειν]. | |
LVI.260 | ϛϛϛϛϛ λ Ἑρ%⁸¹μοῦ Τετραγώνου· |
μὴ βαῖν’, οὗ μέλ̣λ̣εις· μείναντί vac. σοι ἔσται ἄμ[εινον]· | |
ἐκθρὸν γάρ σοι ὁρῶ· μεῖνον· μετὰ ταῦτα δὲ ἔ̣[σται]· | |
τόν τε φόβον λύσει καὶ τὸν κάμνοντα δὲ σ[ώσει]. | |
vacat |