| face A | ramus oleagineus |
| 1 | Διὸς Φρατρίο |
| ἱερεὺς Θεόδωρος Εὐφαντίδο vv ἀν- | |
| έγραψε καὶ ἔστησε τὴν στήλην. v | |
| ἱερεώσυνα τῶι ἱερεῖ διδόναι τ- | |
| 5 | άδε· ἀπὸ τὸ μείο κωλῆν, πλευρόν, ὀ͂- |
| ς, ἀργυρίο ΙΙΙ v ἀπὸ τὸ κορείο κωλῆ- | |
| ν, πλευρόν, ὀ͂ς, ἐλατῆρα χοινικια- | |
| ῖον, οἴνο ἡμίχον, ἀργυρίο 𐅂· vacat | |
| τάδε ἔδοξεν τοῖς φράτερσι ἐπὶ | |
| 10 | Φορμίωνος ἄρχοντος Ἀθηναίοι- |
| ς, φρατριαρχο͂ντος δὲ Παντακλέ- | |
| ος ἐξ Οἴο. vacat | |
| Ἱεροκλῆς εἶπε· ὁπόσοι μήπω διεδικάσ- | |
| θησαν κατὰ τὸν νόμον τὸν Δημοτιωνιδ- | |
| 15 | ῶν, διαδικάσαι περὶ αὐτῶν τὸς φράτερ- |
| ας αὐτίκα μάλα ὑποσχομένος πρὸς το͂ Δ- | |
| ιὸς το͂ Φρατρίο φέροντας τὴν ψῆφον ἀπ- | |
| ὸ το͂ βωμο͂· ὃς δ’ ἂν δόξηι μὴ ὢν φρατὴρ ἐσα- | |
| χθῆναι, ἐξαλειψάτω τὸ ὄνομα αὐτο͂ ὁ ἱερ- | |
| 20 | εὺς καὶ ὁ φρατρίαρχος ἐκ το͂ γραμματεί- |
| ο ἐν Δημοτιωνιδῶν καὶ το͂ ἀντιγράφ- | |
| ο δὲ ἐσαγαγὼν τὸν ἀποδικασθέντα ὀφε- | |
| ιλέτω ἑκατὸν δραχμὰς ἱερὰς τῶι Διὶ τ- | |
| ῶι Φρατρίωι, ἐσπράττεν δὲ τὸ ἀργύριο- | |
| 25 | ν τοῦτο τὸν ἱερέα καὶ τὸν φρατρίαρχο- |
| ν ἢ αὐτὸς ὀφείλεν. τὴν δὲ διαδικασίαν | |
| τὸ λοιπὸν ἐ͂ναι τῶι ὑστέρωι ἔτει ἢ ὧι ἂ- | |
| ν τὸ κόρεον θύσηι, τῆι Κορεώτιδι Ἀπατ- | |
| ορίων. φέρεν δὲ τὴν ψῆφον ἀπὸ το͂ βωμο͂. ἐ- | |
| 30 | ὰν δέ τις βόληται ἐφεῖναι ἐς Δημοτιων- |
| ίδας ὧν ἂν ἀποψηφίσωνται, ἐξεῖναι αὐ- | |
| τῶι· ἑλέσθαι δὲ ἐπ’ αὐτοῖς συνηγόρος τ- | |
| ὸν Δεκελειῶν οἶκον πέντε ἄνδρας ὑπὲ- | |
| ρ τριάκοντα ἔτη γεγονότας, τούτος δὲ | |
| 35 | ἐξορκωσάτω ὁ φρατρίαρχος καὶ ὁ ἱερε- |
| ὺς συνηγορήσεν τὰ δικαιότατα καὶ ὀκ | |
| ἐάσεν ὀδένα μὴ ὄντα φράτερα φρατρίζ- | |
| εν. ὅτο δ’ ἂν τῶν ἐφέντων ἀποψηφίσωντα- | |
| ι Δημοτιωνίδαι, ὀφειλέτω χιλίας δρα- | |
| 40 | χμὰς ἱερὰς τῶι Διὶ τῶι Φρατρίωι, ἐσπρ- |
| αττέτω δὲ τὸ ἀργύριον τοῦτο ὁ ἱερεὺς | |
| το͂ Δεκελειῶν οἴκο, ἢ αὐτὸς ὀφειλέτω· ἐ- | |
| ξεῖναι δὲ καὶ ἄλλωι τῶι βολομένωι τῶ- | |
| ν φρατέρων ἐσπράττεν τῶι κοινῶι. ταῦ- | |
| 45 | [τ]α δ’ ἐ͂ναι ἀπὸ Φορμίωνος ἄρχοντος. ἐπι- |
| ψηφίζεν δὲ τὸν φρατρίαρχον περὶ ὧν ἂ- | |
| ν διαδικάζεν δέηι κατὰ τὸν ἐνιαυτὸν | |
| ἕκαστον· ἐὰν δὲ μὴ ἐπιψηφίσηι, ὁφελέτ- | |
| ω πεντακοσίας δραχμὰς ἱερὰς τῶι Διὶ | |
| 50 | [τ]ῶι Φρατρίω[ι· ἐ]σπράττεν δὲ τὸν ἱερέα |
| [κ]αὶ ἄλλο[ν τὸν βο]λόμενον τὸ ἀργύριον | |
| [το]ῦτο [τῶι κοινῶι]. τὸ δὲ λοιπὸν ἄγεν τὰ | |
| [μεῖα καὶ τὰ κόρει]α ἐς Δεκέλειαν ἐπὶ τ- | |
| [ὸν βωμόν, ἐὰν δὲ μὴ θ]ύσηι ἐπὶ το͂ βωμο͂, ὀφ- | |
| 55 | [ειλέτω πεντήκοντ]α δραχμὰς ἱερὰς τῶ- |
| [ι Διὶ τῶι Φρατρίωι, ἐσ]πραττέτω δὲ ὁ ἱερ- | |
| [εὺς τὸ ἀργύριον τοῦτο ἢ] αὐτὸς ὀφειλέ- | |
| [τω, εἰ μὴ λοιμός τις ἔσται ἢ πόλεμος vv]· | |
| face B.59 | ἐὰν δέ τι τούτων διακωλύηι, ὅποι ἂν ὁ ἱ- |
| 60 | ερεὺς προγράφηι, ἐνθαῦθα ἄγεν τὰ μεῖ- |
| α καὶ τὰ κόρεια. προγράφεν δὲ πρόπεμπ- | |
| τα τῆς Δορπίας ἐν πινακίωι λελευκωμ- | |
| ένωι μὴ ’λαττον ἢ σπιθαμιαίωι ὅπο ἂν Δ- | |
| εκελειῆς προσφοιτῶσιν ἐν ἄστει. τὸ δ- | |
| 65 | ὲ ψήφισμα τόδε καὶ τὰ ἱερεώσυνα ἀναγ- |
| ράψαι τὸν ἱερέα ἐν στήληι λιθίνηι πρ- | |
| όσθεν το͂ βωμο͂ Δεκελειᾶσιν τέλεσι το- | |
| ῖς ἑαυτο͂. Νικόδημος εἶπε· τὰ μὲν ἄλλα κατ- | |
| ὰ τὰ πρότερα ψηφίσματα ἃ κε͂ται περὶ τ- | |
| 70 | ε͂ς εἰσαγωγῆς τῶν παίδων καὶ τῆς διαδ- |
| ικασίας, τὸς δὲ μάρτυρας τρε͂ς ὃς εἴρη- | |
| ται ἐπὶ τῆι ἀνακρίσει παρέχεσθαι ἐκ τ- | |
| ῶν ἑαυτο͂ θιασωτῶν μαρτυρο͂ντας τὰ ὑπερωτώμε<να> | |
| καὶ ἐπομνύντας τὸν Δία τὸν Φράτριον· | |
| 75 | μαρτυρε͂ν δὲ τὸς μάρτυρας καὶ ἐπομνύ- |
| ναι ἐχομένος το͂ βωμο͂· ἐὰν δὲ μὴ ὦσι ἐν τ- | |
| ῶ<ι> θιάσωι τότωι τοσο͂τοι τὸν ἀριθμόν, ἐ- | |
| κ τῶν ἄλλων φρατέρων παρεχέσθω. ὅταν | |
| δὲ ἦι ἡ διαδικασία, ὁ φρατρίαρχος μὴ π- | |
| 80 | ρότερον διδότω τὴν ψῆφον περὶ τῶν παί- |
| δων τοῖς ἅπασι φράτερσι, πρὶν ἂν οἱ αὐ- | |
| το͂ το͂ εἰσαγομένο θιασῶται κρύβδην ἀ- | |
| πὸ το͂ βωμο͂ φέροντες τὴν ψῆφον διαψηφ- | |
| ίσωνται. καὶ τὰς ψήφος τὰς τότων ἐναν- | |
| 85 | τίον τῶν ἁπάντων φρατέρων τῶν παρόν- |
| των ἐν τῆι ἀγορᾶι ὁ φρατρίαρχος διαρ- | |
| ιθμησάτω καὶ ἀναγορευέτω ὁπότερ’ ἂν | |
| ψηφίσωνται. ἐὰν δὲ ψηφισαμένων τῶν θ- | |
| ιασωτῶν ἐ͂ναι αὐτοῖς φράτερα οἱ ἄλλο- | |
| 90 | ι φράτερες ἀποψηφίσωνται, ὀφειλόντ- |
| ων ἑκατὸν δραχμὰς ἱερὰς τῶι Διὶ τῶι Φ- | |
| ρατρίωι οἱ θιασῶται, πλὴν ὅσοι ἂν τῶν | |
| θιασωτῶν κατήγοροι ἢ ἐναντιόμενοι | |
| φαίνωνται ἐν τῆι διαδικασίαι. ἐὰν δὲ | |
| 95 | ἀποψηφίσωνται οἱ θιασῶται, ὁ δὲ εἰσά- |
| γων ἐφῆι εἰς τὸς ἅπαντας, τοῖς δὲ ἅπασ- | |
| ι δόξει ἐ͂ναι φράτηρ, ἐνγραφέσθω εἰς τ- | |
| ὰ κοινὰ γραμματεῖα. ἐὰν δὲ ἀποψηφίσω- | |
| νται οἱ ἅπαντες, ὀφειλέτω ἑκατὸν δρα- | |
| 100 | χμὰς ἱερὰς τῶι Διὶ τῶι Φρατρίωι. ἐὰν δὲ |
| ἀποψηφισαμένων τῶν θιασωτῶν μὴ ἐφῆ- | |
| ι εἰς τὸς ἅπαντας, κυρία ἔστω ἡ ἀποψήφ- | |
| ισις ἡ τῶν θιασωτῶν. οἱ δὲ θιασῶται με- | |
| τὰ τῶν ἄλλων φρατέρων μὴ φερόντων τὴν | |
| 105 | ψῆφον περὶ τῶν παίδων τῶν ἐκ το͂ θιάσο |
| το͂ ἑαυτῶν. τὸ δὲ ψήφισμα τόδε προσαναγ- | |
| ραψάτω ὁ ἱερεὺς εἰς τὴν στήλην τὴν λι- | |
| θίνην. ὅρκος μαρτύρων ἐπὶ τῆι εἰσαγω- | |
| γεῖ τῶν παίδων· μαρτυρῶ ὃν εἰσάγει ἑα- | |
| 110 | υτῶι ὑὸν ἐ͂ναι το͂τον γνήσιον ἐγ γαμετ- |
| ῆς· ἀληθῆ ταῦτα νὴ τὸν Δία τὸν Φράτριο- | |
| ν· εὐορκο͂<ν>τι μέν μοι πολλὰ καὶ ἀγαθὰ ἐ͂ν- | |
| αι, εἰ δ’ ἐπιορκοίην, τἀναντία. vacat | |
| Μενέξενος εἶπεν· δεδόχθαι τοῖς φράτερσι περὶ | |
| 115 | τῆς εἰσαγωγῆς τῶμ παίδων τὰ μὲν ἄλλα κα- |
| τὰ τὰ πρότερα ψηφίσματα, ὅπως δ’ ἂν εἰδῶσι οἱ | |
| φράτερες τοὺς μέλλοντας εἰσάγεσθαι, ἀπο- | |
| γράφεσθαι τῶι πρώτωι ἔτει ἢ ὧι ἂν τὸ κούρεο- | |
| ν ἄγει τὸ ὄνομα πατρόθεγ καὶ τοῦ δήμου καὶ τῆ- | |
| 120 | ς μητρὸς πατρόθεν καὶ τοῦ δήμου πρὸς τὸν |
| φρατρίαρχον, τὸν δὲ φρατρία[ρχον ἀπογραψ]- | |
| αμένων ἀναγράψαντα ἐκ[τιθέναι ὅπου ἂν Δεκ]- | |
| ελέες προσφοιτῶσι, ἐκτιθ[έναι δὲ καὶ τὸν ἱερέα] | |
| ἀναγράψαντα ἐν σανιδί[ωι λευκῶι ἐν τῶι ἱερ]- | |
| 125 | ῶι τῆς Λητοῦς· τὸ δὲ ψ[ήφισμα τόδε ἀναγράψαι] |
| [εἰς τὴν] στήλην — — — — — — — — — — — — — |
IG II²
1237