IG II² 1237
[ ] Att. — stoich. 25, 30 — 396/5
See also:
face A        ramus oleagineus
1 Διὸς Φρατρίο
ἱερεὺς Θεόδωρος Εὐφαντίδο vv ἀν-
έγραψε καὶ ἔστησε τὴν στήλην. v
ἱερεώσυνα τῶι ἱερεῖ διδόναι τ-
5 άδε· ἀπὸ τὸ μείο κωλῆν, πλευρόν, ὀ͂-
ς, ἀργυρίο ΙΙΙ v ἀπὸ τὸ κορείο κωλῆ-
ν, πλευρόν, ὀ͂ς, ἐλατῆρα χοινικια-
ῖον, οἴνο ἡμίχον, ἀργυρίο 𐅂·  vacat
τάδε ἔδοξεν τοῖς φράτερσι ἐπὶ
10 Φορμίωνος ἄρχοντος Ἀθηναίοι-
ς, φρατριαρχο͂ντος δὲ Παντακλέ-
ος ἐξ Οἴο.  vacat
Ἱεροκλῆς εἶπε· ὁπόσοι μήπω διεδικάσ-
θησαν κατὰ τὸν νόμον τὸν Δημοτιωνιδ-
15 ῶν, διαδικάσαι περὶ αὐτῶν τὸς φράτερ-
ας αὐτίκα μάλα ὑποσχομένος πρὸς το͂ Δ-
ιὸς το͂ Φρατρίο φέροντας τὴν ψῆφον ἀπ-
ὸ το͂ βωμο͂· ὃς δ’ ἂν δόξηι μὴ ὢν φρατὴρ ἐσα-
χθῆναι, ἐξαλειψάτω τὸ ὄνομα αὐτο͂ ὁ ἱερ-
20 εὺς καὶ ὁ φρατρίαρχος ἐκ το͂ γραμματεί-
ο ἐν Δημοτιωνιδῶν καὶ το͂ ἀντιγράφ-
ο δὲ ἐσαγαγὼν τὸν ἀποδικασθέντα ὀφε-
ιλέτω ἑκατὸν δραχμὰς ἱερὰς τῶι Διὶ τ-
ῶι Φρατρίωι, ἐσπράττεν δὲ τὸ ἀργύριο-
25 ν τοῦτο τὸν ἱερέα καὶ τὸν φρατρίαρχο-
ν ἢ αὐτὸς ὀφείλεν. τὴν δὲ διαδικασίαν
τὸ λοιπὸν ἐ͂ναι τῶι ὑστέρωι ἔτει ἢ ὧι ἂ-
ν τὸ κόρεον θύσηι, τῆι Κορεώτιδι Ἀπατ-
ορίων. φέρεν δὲ τὴν ψῆφον ἀπὸ το͂ βωμο͂. ἐ-
30 ὰν δέ τις βόληται ἐφεῖναι ἐς Δημοτιων-
ίδας ὧν ἂν ἀποψηφίσωνται, ἐξεῖναι αὐ-
τῶι· ἑλέσθαι δὲ ἐπ’ αὐτοῖς συνηγόρος τ-
ὸν Δεκελειῶν οἶκον πέντε ἄνδρας ὑπὲ-
ρ τριάκοντα ἔτη γεγονότας, τούτος δὲ
35 ἐξορκωσάτω ὁ φρατρίαρχος καὶ ὁ ἱερε-
ὺς συνηγορήσεν τὰ δικαιότατα καὶ ὀκ
ἐάσεν ὀδένα μὴ ὄντα φράτερα φρατρίζ-
εν. ὅτο δ’ ἂν τῶν ἐφέντων ἀποψηφίσωντα-
ι Δημοτιωνίδαι, ὀφειλέτω χιλίας δρα-
40 χμὰς ἱερὰς τῶι Διὶ τῶι Φρατρίωι, ἐσπρ-
αττέτω δὲ τὸ ἀργύριον τοῦτο ὁ ἱερεὺς
το͂ Δεκελειῶν οἴκο, ἢ αὐτὸς ὀφειλέτω· ἐ-
ξεῖναι δὲ καὶ ἄλλωι τῶι βολομένωι τῶ-
ν φρατέρων ἐσπράττεν τῶι κοινῶι. ταῦ-
45 [τ]α δ’ ἐ͂ναι ἀπὸ Φορμίωνος ἄρχοντος. ἐπι-
ψηφίζεν δὲ τὸν φρατρίαρχον περὶ ὧν ἂ-
ν διαδικάζεν δέηι κατὰ τὸν ἐνιαυτὸν
ἕκαστον· ἐὰν δὲ μὴ ἐπιψηφίσηι, ὁφελέτ-
ω πεντακοσίας δραχμὰς ἱερὰς τῶι Διὶ
50 [τ]ῶι Φρατρίω[ι· ἐ]σπράττεν δὲ τὸν ἱερέα
[κ]αὶ ἄλλο[ν τὸν βο]λόμενον τὸ ἀργύριον
[το]ῦτο [τῶι κοινῶι]. τὸ δὲ λοιπὸν ἄγεν τὰ
[μεῖα καὶ τὰ κόρει]α ἐς Δεκέλειαν ἐπὶ τ-
[ὸν βωμόν, ἐὰν δὲ μὴ θ]ύσηι ἐπὶ το͂ βωμο͂, ὀφ-
55 [ειλέτω πεντήκοντ]α δραχμὰς ἱερὰς τῶ-
[ι Διὶ τῶι Φρατρίωι, ἐσ]πραττέτω δὲ ὁ ἱερ-
[εὺς τὸ ἀργύριον τοῦτο ἢ] αὐτὸς ὀφειλέ-
[τω, εἰ μὴ λοιμός τις ἔσται ἢ πόλεμος vv]·
face B.59 ἐὰν δέ τι τούτων διακωλύηι, ὅποι ἂν ὁ ἱ-
60 ερεὺς προγράφηι, ἐνθαῦθα ἄγεν τὰ μεῖ-
α καὶ τὰ κόρεια. προγράφεν δὲ πρόπεμπ-
τα τῆς Δορπίας ἐν πινακίωι λελευκωμ-
ένωι μὴ ’λαττον ἢ σπιθαμιαίωι ὅπο ἂν Δ-
εκελειῆς προσφοιτῶσιν ἐν ἄστει. τὸ δ-
65 ὲ ψήφισμα τόδε καὶ τὰ ἱερεώσυνα ἀναγ-
ράψαι τὸν ἱερέα ἐν στήληι λιθίνηι πρ-
όσθεν το͂ βωμο͂ Δεκελειᾶσιν τέλεσι το-
ῖς ἑαυτο͂. Νικόδημος εἶπε· τὰ μὲν ἄλλα κατ-
ὰ τὰ πρότερα ψηφίσματα ἃ κε͂ται περὶ τ-
70 ε͂ς εἰσαγωγῆς τῶν παίδων καὶ τῆς διαδ-
ικασίας, τὸς δὲ μάρτυρας τρε͂ς ὃς εἴρη-
ται ἐπὶ τῆι ἀνακρίσει παρέχεσθαι ἐκ τ-
ῶν ἑαυτο͂ θιασωτῶν μαρτυρο͂ντας τὰ ὑπερωτώμε<να>
καὶ ἐπομνύντας τὸν Δία τὸν Φράτριον·
75 μαρτυρε͂ν δὲ τὸς μάρτυρας καὶ ἐπομνύ-
ναι ἐχομένος το͂ βωμο͂· ἐὰν δὲ μὴ ὦσι ἐν τ-
ῶ<ι> θιάσωι τότωι τοσο͂τοι τὸν ἀριθμόν, ἐ-
κ τῶν ἄλλων φρατέρων παρεχέσθω. ὅταν
δὲ ἦι ἡ διαδικασία, ὁ φρατρίαρχος μὴ π-
80 ρότερον διδότω τὴν ψῆφον περὶ τῶν παί-
δων τοῖς ἅπασι φράτερσι, πρὶν ἂν οἱ αὐ-
το͂ το͂ εἰσαγομένο θιασῶται κρύβδην ἀ-
πὸ το͂ βωμο͂ φέροντες τὴν ψῆφον διαψηφ-
ίσωνται. καὶ τὰς ψήφος τὰς τότων ἐναν-
85 τίον τῶν ἁπάντων φρατέρων τῶν παρόν-
των ἐν τῆι ἀγορᾶι ὁ φρατρίαρχος διαρ-
ιθμησάτω καὶ ἀναγορευέτω ὁπότερ’ ἂν
ψηφίσωνται. ἐὰν δὲ ψηφισαμένων τῶν θ-
ιασωτῶν ἐ͂ναι αὐτοῖς φράτερα οἱ ἄλλο-
90 ι φράτερες ἀποψηφίσωνται, ὀφειλόντ-
ων ἑκατὸν δραχμὰς ἱερὰς τῶι Διὶ τῶι Φ-
ρατρίωι οἱ θιασῶται, πλὴν ὅσοι ἂν τῶν
θιασωτῶν κατήγοροι ἢ ἐναντιόμενοι
φαίνωνται ἐν τῆι διαδικασίαι. ἐὰν δὲ
95 ἀποψηφίσωνται οἱ θιασῶται, ὁ δὲ εἰσά-
γων ἐφῆι εἰς τὸς ἅπαντας, τοῖς δὲ ἅπασ-
ι δόξει ἐ͂ναι φράτηρ, ἐνγραφέσθω εἰς τ-
ὰ κοινὰ γραμματεῖα. ἐὰν δὲ ἀποψηφίσω-
νται οἱ ἅπαντες, ὀφειλέτω ἑκατὸν δρα-
100 χμὰς ἱερὰς τῶι Διὶ τῶι Φρατρίωι. ἐὰν δὲ
ἀποψηφισαμένων τῶν θιασωτῶν μὴ ἐφῆ-
ι εἰς τὸς ἅπαντας, κυρία ἔστω ἡ ἀποψήφ-
ισις ἡ τῶν θιασωτῶν. οἱ δὲ θιασῶται με-
τὰ τῶν ἄλλων φρατέρων μὴ φερόντων τὴν
105 ψῆφον περὶ τῶν παίδων τῶν ἐκ το͂ θιάσο
το͂ ἑαυτῶν. τὸ δὲ ψήφισμα τόδε προσαναγ-
ραψάτω ὁ ἱερεὺς εἰς τὴν στήλην τὴν λι-
θίνην. ὅρκος μαρτύρων ἐπὶ τῆι εἰσαγω-
γεῖ τῶν παίδων· μαρτυρῶ ὃν εἰσάγει ἑα-
110 υτῶι ὑὸν ἐ͂ναι το͂τον γνήσιον ἐγ γαμετ-
ῆς· ἀληθῆ ταῦτα νὴ τὸν Δία τὸν Φράτριο-
ν· εὐορκο͂<ν>τι μέν μοι πολλὰ καὶ ἀγαθὰ ἐ͂ν-
αι, εἰ δ’ ἐπιορκοίην, τἀναντία.  vacat
Μενέξενος εἶπεν· δεδόχθαι τοῖς φράτερσι περὶ
115 τῆς εἰσαγωγῆς τῶμ παίδων τὰ μὲν ἄλλα κα-
τὰ τὰ πρότερα ψηφίσματα, ὅπως δ’ ἂν εἰδῶσι οἱ
φράτερες τοὺς μέλλοντας εἰσάγεσθαι, ἀπο-
γράφεσθαι τῶι πρώτωι ἔτει ἢ ὧι ἂν τὸ κούρεο-
ν ἄγει τὸ ὄνομα πατρόθεγ καὶ τοῦ δήμου καὶ τῆ-
120 ς μητρὸς πατρόθεν καὶ τοῦ δήμου πρὸς τὸν
φρατρίαρχον, τὸν δὲ φρατρία[ρχον ἀπογραψ]-
αμένων ἀναγράψαντα ἐκ[τιθέναι ὅπου ἂν Δεκ]-
ελέες προσφοιτῶσι, ἐκτιθ[έναι δὲ καὶ τὸν ἱερέα]
ἀναγράψαντα ἐν σανιδί[ωι λευκῶι ἐν τῶι ἱερ]-
125 ῶι τῆς Λητοῦς· τὸ δὲ ψ[ήφισμα τόδε ἀναγράψαι]
[εἰς τὴν] στήλην — — — — — — — — — — — — —
Search Help
Contact Us