Honorific inscription for Zenon, son of Agreophon.  Rectangular block, inscribed with nos. 141-142.
[ ] Caria — Kaunos (Dalyan, nr.) — Horozlar, nr. — Rom. Imp. period — JHS 74 (1954) 95, 37b — SEG 14.649b; BE (1956) 274c — McC. Kaunos 40
See also:
1 [ὁ δῆμος ὁ Καυνίων στεφανοῖ χρυσῷ]
στεφάνῳ, τειμᾷ δὲ καὶ εἰκόνι χαλκ[ῇ]
Ζήνωνα Ἀγρεοφῶντος τοῦ Ἀντιπ[ά]-
τρου Καύνιον, ἄνδρα καλὸν καὶ ἀγαθὸν
5 ἐκ προγόνων καλῶν καὶ φιλοδόξων,
πατρὸς στεφανηφόρου, στεφανηφ[ο]-
ρήσαντα Βασιλέος τοῦ θεοῦ καὶ γυ-
μνασιαρχήσαντα ἐκ τῶν ἰδίων καὶ
ἱερασάμενον τῶν Σεβαστῶν καὶ στ̣<ρ>α̣-
10 τηγήσαντα ἐπὶ τῆς πατρίου πολιτεί-
ας κα̣ὶ̣ π̣ρεσβεύσαντα δωρεὰν πρὸς
αὐτοκράτορα, ἀρετῆς ἕνεκεν καὶ εὐ-
νοίας τῆς εἰς αὑτόν· τὴν δὲ ἀνάστα-
σιν τοῦ ἀνδριάντος ἐποιήσατο
15 ἐξ ἰδίου Διονυσία Ἀγρεοφῶντος
          ἡ γυνὴ ❦ αὐτοῦ.
Search Help
Contact Us