Honorific inscription for Iatrokles, son of Zenon. Rectangular block of gray limestone; molding at top and bottom on the front face.
[ ]
Caria — Kaunos (Dalyan, nr.) — Rom. Imp. period
1 | [ὁ δῆμος ὁ Κα]υνίων ἐπαινεῖ καὶ στεφανοῖ καὶ [ἡ] |
[γε]ρουσία χρυσῷ στεφάνῳ, τειμᾷ δὲ καὶ εἰκόνι χαλκῇ | |
[Ἰα]τροκλέα Ζήνωνος τοῦ Ἰατροκλέους Καρπασυανδέα, | |
[ἄ]νδρα εὐγενῆ καὶ φιλόπατριν, προγόνων ἐπιφα- | |
5 | νῶν καὶ ἐνδόξων, ἀρχιερατεύσαντα τῶν Σε- |
βαστῶν καὶ ἀγωνοθετήσαντα καὶ ταμιεύσαν- | |
τα καὶ στρατηγήσαντα, πρεσβεύσαντα πρὸς | |
τοὺς Σεβαστοὺς δωρεὰν ἀρετῆς ἕνεκεν καὶ εὐ- | |
νοίας ἧς διὰ παντὸς ἐπεδείξατο. τὴν δὲ | |
10 | [ἀ]νάστασιν τοῦ ἀνδριάντος ἐποιήσατο |
Λητοδώρα Πάππου, κατὰ θυγατροθε- | |
σίαν δὲ Ἀριστοδήμου, Καυνία, ἡ γυνὴ | |
αὐτοῦ. |