[ ] Att. — non-stoich. — ante med. s. II p.
See also:
1 [— — — καὶ τοῖς παραγενομένοις π]αρὰ τοῦ δήμου πρὸς τοὺς βασιλε[ῖς πρεσ]-
[βευταῖς συνήργει μετὰ σπουδῆς] καὶ διὰ ταῦτα καὶ τὰς ἄλλας εὐεργεσίας ἃς πο[ιῶν]
[διατετέλεκε τὸν δῆμον ἐτίμη]σεν ὁ δῆμος πολιτείαι αὐτόν τε καὶ τοὺς ὑοὺς αὐ[τοῦ]
[Φιλωνίδην καὶ Δικαίαρχ]ον καὶ ἐστεφάνωσεν θαλλοῦ στεφάνωι καὶ πάλιν χρυσῶι
5 [στεφάνωι καὶ ἔστησ]εν ἐν τῶι τεμένει τοῦ Δήμου καὶ τῶν Χαρίτων βουληθέντο[ς]
[καὶ αὐτοῦ, ἔτι δὲ καὶ ἔ]σωισεν ἐκ τῆς αἰχμαλωσίας τὴν πᾶσαν σπουδὴν ποιησάμεν-
[ος αὐτοῦ, καὶ ἐλθόντος] αὐτοῦ εἰς τὴν πόλιν μετὰ τοῦ πρεσβυτέρου τῶν ὑῶν Φιλω-
[νίδου προσήγαγον αὐτο]ὺς οἱ πρυτάνεις πρὸς τὸν δῆμον ἐν ἱεροῖς καὶ διαλεγέντ[ο]-
[ς αὐτοῦ περὶ τῆς εὐνοία]ς ἧς ἔχουσι πρὸς πάντας Ἀθηναίους φιλανθρώπως πρ[ο]-
10 [σεδέξατο ὁ δῆμος ἀξιῶν] καλέσαι αὐτοὺς εἰς τὸ πρυτανεῖον ἐπὶ τὴν κοινὴν ἑστία-
[ν τοῦ δήμου· ἵνα οὖν καὶ Ε]ὐμολπίδαι καὶ Κήρυκες αὐτὸν καὶ τοὺς ἐκγόνους αὐτοῦ
[․․c.8․․․ εὐσεβοῦντας] τὰ περὶ τὼ〚ι〛 θεὼ〚ι〛 {²⁶τὼ θεὼ}²⁶ φαίνωνται τιμῶντ[ες καὶ] φιλοτιμού-
[μενοι περὶ τοὺς ἄνδρας] εἰς τοὺς ἐκπεμπομένους ἐξ ἑαυτῶ[ν ἀγαθούς]. vvvv ἀγα[θ]-
[εῖ τύχει δεδόχθαι τοῖς γένε]σιν ἐξ ὧν οἱ σπονδοφόροι ἐκπέμποντ[αι, ἐπαι]νέσα[ι Φι]λ[ω]-
15 [νίδην Λαοδικέα καὶ τοὺς ὑοὺ]ς αὐτοῦ Φιλωνίδην καὶ Δικαίαρχον καὶ στεφανῶσα[ι ἕκ]-
[αστον αὐτῶν μυρρίνης στεφά]νωι ὧι πάτριόν ἐστιν στεφανῶσαι τοὺς ἑαυτῶν ε[ὐερ]-
[γέτας· εἶναι δὲ αὐτῶι καὶ τ]οῖς ἐκγόνοις αὐτοῦ διατηροῦσιν τὴν αὐτὴν [εὔνοι]-
[αν πρὸς τὸν δῆμον εὑρέσθ]αι καὶ ἄλλο ἀγαθὸν ὅτου ἂν δοκῶσιν ἄξιο[ι εἶναι].
[ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν ἄρ]χοντα τῶν γενῶν ἐν στήλει λιθίνει — — —
20 [— — — — — — — — — — — τὸ δὲ] ἀν[άλ]ωμ[α λ]ογίσασθαι [τοῖ]ς γένε[σι — — —]
Search Help