Honorific inscription for Lucius Caninius Gallus.  Rectangular statue base.
[ ] Caria — Kaunos (Dalyan, nr.) — late Rom. Repub. period
1 [ὁ δ]ῆμος ὁ Καυνίων ἐπαιν<ε>ῖ καὶ στεφανοῖ
[χρυσ]ῶι στεφάνωι, τιμᾶι δὲ καὶ εἰκόνι
[χαλκ]ῆι Λεύκιον Κανίνιον Γαΐου υἱὸν
[Γά]λλον, στρατηγὸν ἀποδεδειγμένον καὶ
5 [ἔπαρ]χον [σ]τόλου εὐεργέτην καὶ σωτῆρα καὶ
πάτρωνα γεγενημένον καὶ τῆς ἡμετέρας
πόλεως ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἧς
       ἔχων διατελεῖ εἰς τὸν δῆμον.
Search Help
Contact Us