Honorific inscription for Stratios, son of Myonides. Large block of gray limestone, broken on all sides.
[ ]
Caria — Kaunos (Dalyan, nr.) — after 163 BC
1 | ὁ δῆμος ὁ Καυνίων |
ἐπαινεῖ καὶ στεφανοῖ | |
Στράτιον Μυωνίδου | |
χρυσῶι στεφάνωι καὶ | |
5 | εἰκόνι χαλκῆι |
[κ]αὶ σιτήσει ἐν πρυτανείωι καὶ | |
προεδρίαι ἐν τοῖς ἀγῶσι | |
[πρε]σβεύσαντα πρὸς Ῥωμαίους | |
vacat | |
9 | καὶ ἀνακριθέντα ἐπὶ τῆς συν[κ]λήτου |
10 | καὶ διασώσαντα τ[ῶι] δήμωι τὴν χώραν |
τὴν ἐν Τηλανδροῖς [ὡς] πρότερον | |
ἀρετῆς ἕνεκεν καὶ εὐνοί[ας] | |
τῆς εἰς τὴν ἑαυτοῦ πα̣τ[ρίδα]. |