[ ] Att. — non-stoich. — c. 274/3
See also:
1 Θρασυφῶν Ἱεροκλείδου Ξυπεταιὼν εἶπεν·
ἐπειδὴ ὁ ἱεροφάντης Χαιρήτιος εὔνους ὢν δι-
ατελεῖ τῶι γένει τῶι τε Κηρύκων καὶ Εὐμολ-
πιδῶν καὶ λέγει καὶ πράττει ὅ τι ἂν δύνηται
5 ἀγαθὸν ὑπὲρ αὐτῶν καὶ τοῖς ἀποδημοῦσιν ἐ-
πὶ τὰς σπονδοφορίας διατελεῖ μετ’ εὐνοίας
A)POGRA/FWN TH\N E)PAGGELI/AN, A)NASTRE/FETAI
δὲ καὶ ἐν τεῖ ἀρχεῖ τῆς ἱερεωσύνης εὐσχημό-
νως ἀνέγκλητον ἑαυτὸν παρασκευάζων· ὅπω[ς]
10 ἂν οὖν καὶ τὰ γένη φαίνηται τιμῶντες τοὺς
ὄντας εὔνους τε καὶ ἀξίους ἑαυτῶν, ἀγαθεῖ
τύχει, δεδόχθαι Κήρυξι καὶ Εὐμολπίδαις, ἐπαινέ-
σαι τὸν ἱεροφάντην Χαιρήτιον Προφήτου Ἐλευ-
SI/NION KAI\ STEFANW=SAI MURRI/NHS STEFA/NWI W(=I
15 πάτριόν ἐστιν αὐτῶι εὐνοίας ἕνεκεν ἣν ἔχων
διατελεῖ εἰς τὰ γένη· καὶ ἀναγορεύειν τοῦτον
τὸν στέφανον Διονυσίων τῶι πατρίωι ἀγῶνι
Ἐλευσῖνι ἐν τῶι θεάτρωι, τῆς δὲ ἀναγορεύσεως
τοῦ στεφάνου ἐπιμελεῖσθαι τοὺς ἄρχοντας
20 τοὺς ἀεὶ καθισταμένους ἐξ ἑκατέρου τοῦ γένους.
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλει λιθίνει
καὶ στῆσαι Ἐλευσῖνι ἐν τεῖ αὐλεῖ τοῦ ἱεροῦ, τῆς
δὲ ποήσεως τῆς στήλης καὶ τῆς ἀναθέσεως ἐπι-
μεληθῆναι τοὺς ἄρχοντας τῶν γενῶν.
24a               in corona:
25                Κήρυκες
           καὶ Εὐμολπίδαι
           τὸν ἱεροφάντην
              Χαιρήτιον
@@@@@@@@@@@@@*)ELEUSI/NION.
Search Help
Contact Us