| 1 | Θρασυφῶν Ἱεροκλείδου Ξυπεταιὼν εἶπεν· |
| ἐπειδὴ ὁ ἱεροφάντης Χαιρήτιος εὔνους ὢν δι- | |
| ατελεῖ τῶι γένει τῶι τε Κηρύκων καὶ Εὐμολ- | |
| πιδῶν καὶ λέγει καὶ πράττει ὅ τι ἂν δύνηται | |
| 5 | ἀγαθὸν ὑπὲρ αὐτῶν καὶ τοῖς ἀποδημοῦσιν ἐ- |
| πὶ τὰς σπονδοφορίας διατελεῖ μετ’ εὐνοίας | |
| ἀπογράφων τὴν ἐπαγγελίαν, ἀναστρέφεται | |
| δὲ καὶ ἐν τεῖ ἀρχεῖ τῆς ἱερεωσύνης εὐσχημό- | |
| νως ἀνέγκλητον ἑαυτὸν παρασκευάζων· ὅπω[ς] | |
| 10 | ἂν οὖν καὶ τὰ γένη φαίνηται τιμῶντες τοὺς |
| ὄντας εὔνους τε καὶ ἀξίους ἑαυτῶν, ἀγαθεῖ | |
| τύχει, δεδόχθαι Κήρυξι καὶ Εὐμολπίδαις, ἐπαινέ- | |
| σαι τὸν ἱεροφάντην Χαιρήτιον Προφήτου Ἐλευ- | |
| σίνιον καὶ στεφανῶσαι μυρρίνης στεφάνωι ὧι | |
| 15 | πάτριόν ἐστιν αὐτῶι εὐνοίας ἕνεκεν ἣν ἔχων |
| διατελεῖ εἰς τὰ γένη· καὶ ἀναγορεύειν τοῦτον | |
| τὸν στέφανον Διονυσίων τῶι πατρίωι ἀγῶνι | |
| Ἐλευσῖνι ἐν τῶι θεάτρωι, τῆς δὲ ἀναγορεύσεως | |
| τοῦ στεφάνου ἐπιμελεῖσθαι τοὺς ἄρχοντας | |
| 20 | τοὺς ἀεὶ καθισταμένους ἐξ ἑκατέρου τοῦ γένους. |
| ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλει λιθίνει | |
| καὶ στῆσαι Ἐλευσῖνι ἐν τεῖ αὐλεῖ τοῦ ἱεροῦ, τῆς | |
| δὲ ποήσεως τῆς στήλης καὶ τῆς ἀναθέσεως ἐπι- | |
| μεληθῆναι τοὺς ἄρχοντας τῶν γενῶν. | |
| 24a | in corona: |
| 25 | Κήρυκες |
| καὶ Εὐμολπίδαι | |
| τὸν ἱεροφάντην | |
| Χαιρήτιον | |
| Ἐλευσίνιον. |
IG II²
1235