Decree of a community concerning the maintenance of traditional cults. Rectangular pillar.
[ ]
Caria — Kaunos (Dalyan, nr.) — Okçular, nr. — Hellenistic period — JHS 74 (1954) 87, 22 — SEG 14.656; BE (1956) 274b — McC. Kaunos 6
See also:
1 | [ἔ]δοξεν Εὐ̣ξι̣νέ[ω]ν̣ [τῆι συνόδωι· ἐπειδὴ κα]- |
λῶς ἔχον ἐστὶν π[ρ]όνο[ι]αν ἐ̣[κτενῆ ποιεῖσθαι] | |
ἵνα αἱ προγον[ικ]αὶ̣ [σύ]ν̣οδοι κ̣αὶ̣ θ[υσίαι φυλάσ]- | |
σωνται, οἵ τε ὑπάρχοντες βω̣μ̣[οὶ τῆς δεούσης] | |
5 | ἐπισκευῆς τύχωσιν, [κα]ὶ ὁ ἐ̣[ν ․․․․․․․․․․ κα]- |
λυβὸς διατηρῆται, τά τε [— — — — — — ἐμ]- | |
βαλλόμενα φυτὰ εἰς τὸν̣ [․]Π[— — — — —]- | |
νον τόπον διαφυλάσσηται, τῶ̣[ν μὲν βωμῶν] | |
τὴν ἐπισκευὴν καὶ τὴν ἐπ[ιμέλειαν γενέσ]- | |
10 | θαι διὰ τοῦ ἱεροκήρυκος, το[ῦ ἀναλώματος] |
δοθέντος ὑπὸ τῶν δικαστῶν· [καὶ ἐπειδὰν] | |
ἐπιτελέσηι, στεφανῶσαι α[ὐ]τὸν [ἐν τῆι συνό]- | |
δωι θαλλοῦ στεφάνωι εὐσεβείας ἕ[νεκεν]· | |
τοῦ δὲ καλυβοῦ τὴν ἐπιμέλε̣ι̣α̣[ν] κ̣α[ὶ] σ[τεγνο]- | |
15 | ποιίαν γίνεσθαι διὰ τῶν δικαστῶν, κα[ὶ] ἐ̣[φ’ ἕτη] |
διαφυλάξαντας αὐτὸ̣ν [στ]εφαν[ω]θ̣[ῆναι ἐν τῆι] | |
συνόδωι θαλλοῦ στεφάνω̣[ι] ἐπιμελε[ί]α̣ς̣ [ἕνε]- | |
κεν· τῆς δὲ φυτείας, τὸν φυ̣τ̣[ε]ύσαντα ἐ[πί]- | |
καρπα φυτὰ μὴ ἐλάσσονα τῶν τριῶν κα̣ὶ̣ δ̣[ια]- | |
20 | φυλάξαντα ἐφ’ ἕτη [π]έντε στεφανο[ῦ]σ̣θ̣[αι], |
παρελθόντων τῶν πέντε ἐ[τῶν, ἐπ’ ἄλλα ἔτη] | |
[π]έντε κατ’ ἐνιαυτὸν ἐν τοῖς Κ̣[α]τ[ασπορίοις] | |
[θ]αλλοῦ στεφάνωι ἐπιμελε[ίας ἕνεκεν. vac.] | |
[τ]οῖς τε βουλομένοις φιλοδοξε[ῖν καὶ συναύ]- | |
25 | ξειν τὴν κώμην ὑπάρχειν τίμια· τῶ[ι μὲν γὰρ ἐ]- |
παγγειλαμένωι μὴ ἔλασσον 𐆖 λʹ [ὑπάρξει] | |
στέφανος διὰ βίου κατ’ ἐνι̣α̣υ̣τὸν [ἐν τοῖς Κα]- | |
τασπορίοις· τῶι δὲ ἐπ[αγ]γε[ιλαμένωι μὴ ἔ]- | |
λασσον 𐆖 νʹ ὑπάρχειν στ[έφανον διὰ βίου θαλ]- | |
30 | λοῦ καὶ ταινίαν διωβελείαν [χρυσῆν κα]- |
τ’ ἐνιαυτὸν ἐν τοῖς Κατ̣α̣σ̣π̣[ο]ρ̣ί̣ο̣[ις εὐνοί]- | |
ας καὶ φιλοδοξίας [ἕνεκεν· τῶι δὲ ἐπαγγειλα]- | |
μ̣ένωι μὴ ἔλασσον 𐆖 ρ̣ʹ, ἢ̣ [— — — — — — —] | |
[ἄ]ξιον 𐆖 ρʹ, ὑπάρχειν σ̣τε[φ]ά[νωσιν θαλλοῦ] | |
35 | στεφάνωι διὰ γένους [κατ’ ἐνιαυτὸν ἔν τε] |
τοῖς Κατασπορίοις καὶ [τ]οῖς [— — — — —] | |
ἀρετῆς ἕνεκεν καὶ εὐνο[ίας καὶ φιλοδοξίας]· | |
[τ]ῶι δὲ ἐπαγγειλαμένω[ι μὴ ἔλασσον 𐆖 σʹ ἢ δι]- | |
[δ]όντι κατὰ διαθήκην ὑπάρχειν στεφάνω- | |
40 | σ̣ιν χρυσῶι στεφάνωι [διὰ γένους κατ’ ἐνιαυ]- |
τὸν ἔν τε τοῖς Κατασπορί̣οις [καὶ τοῖς ․․․․] | |
[․․]σι̣ε̣ί̣οις εὐσεβείας ἕν[εκεν καὶ ἀρετῆς καὶ] | |
[εὐ]ν̣οίας καὶ φιλοδοξίας, δί[δοσθαι δὲ αὐτῶι] | |
[κα]ὶ διμ̣οιρίαν̣ τῶ̣ν ε[πὶ τῶν βωμῶν ἀεὶ θυομέ]- | |
45 | [νων]· τῶι δ̣ὲ̣ ἐπαγγει̣λα̣μέ̣ν[ωι ἢ διαθεμένωι μὴ] |
[ἔλασ]σον 𐆖 φʹ [ὑπ]ά[ρ]χ̣[ε]ι̣ν̣ [— — — — — — —] | |
[․․․․․]θαι δὲ αὐτο[— — — — — — — — — — — —] | |
[․․․․․․․․]Ο̣ΝΟ̣Ν̣[— — — — — — — — — — — —] |