Posthumous honorific inscription for Agreophon, son of Agreophon.  Two marble blocks.
[ ] Caria — Kaunos (Dalyan, nr.) — Rom. Imp. period (reign of Trajan?) — OpAth 8 (1968) 161, 5; 10 (1971) 36, 1 — McC. Kaunos 4 — SEG 50.1109
See also:
1 σύνχυσ<ις> καὶ κατηφεία ἐγένετο τελ[ευτ]ήσαντος Ἀγρεοφῶντος β τοῦ Διοδότου τοῦ Ἀρτεμιδώρου Περδει-
[κ]ίαθεν ἀνδρὸς ἀξιολογωτάτου καὶ εὐγ<ε>νεστάτου ὡς κοινὴν ἁπάντων καὶ ἰδίαν ἑκάστου τὴν ἐπ’ αὐτῷ λύπην ὑπολαβεῖν. καὶ ἐσπούδαζεν μὲν
καὶ ἐκκομιζόμενον αὐτὸν ἐν ᾧ πολυτελῶς ἐφιλοτειμήσατο γυμνασίῳ δημοσίας ταφῆς ἀξιῶσαι, τῶν δὲ οἰκείων αὐτοῦ παραιτησαμένων συνελθὼν
ὁ δῆμος μετὰ τῆς βουλῆς ὁμοθυμαδὸν ἐπεβοήσατο καὶ ἐτείμησεν αὐτὸν ταφῇ δημοσίᾳ καὶ εἰκόνων ἀναθέσεσιν καὶ ἀνδριάντων ἀνα<σ>τάσεσιν καὶ ταῖς ἄλ-
5 λαις ταῖς ὀφειλομέναις καὶ πρεπούσαις τῇ ἀξίᾳ αὐτοῦ τειμαῖς, μεμνημένος ὧν τε οἱ πρόγονοι αὐτοῦ τῇ πατρίδι παρέσχον τε ταῖς ἀπὸ τῶν οὐσίων φιλοτειμί-
αις καὶ ἐν πρεσβειῶν κατορθώμασιν καὶ ὧν ὁ πατὴρ αὐτοῦ στεφανηφορήσας μὲν ἐπὶ ἀργυρίου πολυτελεῖ δόσει, πρυτανεύσας δὲ φιλοτείμως ἅμα καὶ προνοητικῶς
τῶν τῆς πόλεως πραγμάτων καὶ πρεσ<βεύσας> δωρεὰν πρός τε αὐτοκράτορα καὶ ἡγεμόνας καὶ δεκαπρωτείαν μετὰ ἐπεικείας πάσης τελέσας ὧν τε αὐτὸς Ἀγρεοφῶν ἀπὸ
τῆς ἐν παισὶν καὶ ἐφήβοις ἡλικίας ἀρξάμενος φιλοτείμως κ<αὶ> ἐν ἀνδ[ρ]άσιν τέλειον καὶ μεγαλόψυχον ἐπλήρωσεν ἀεὶ τὴν εἰς τὴν πατρίδα διάθεσιν, γυμνασιαρχίαν τε
ἀναδεξάμενος δωρεὰν καὶ στεφανηφορίαν ἐν αὐτῷ ἔτει ὑπὲρ ἧς καὶ ἀργύριον τῷ δήμῳ ἔδωκεν, δι’ ἧς οὐ μόνον τὴν εἰς τοὺς πολείτας ἐπεδεί-
10 ξατο πολυτέλειαν, ἀλλὰ καὶ μέχρι τῆς ξενικῆς γνώσεως ἐκόσμησεν τὴν πατρίδα διηνεκῆ πᾶσιν παρασχὼν ἄφθονον καὶ δαψιλῆ τὴν τοῦ ἐλαίου
χρῆσιν τήν τε τῆς γερουσίας γυμνασιαρχίαν οὕτως πλουσίως ἐπλήρωσεν ὡς <ὑπὸ τῆς> πόλεως αὐτὴν μαρτυρηθῆναι <ἐπὶ τῇ> φιλοτειμίᾳ, καὶ ἀγωνοθέτης γε-
νόμενος ἐν πενταετηρίδι πρός τε τὴν πόλιν καὶ τοὺς ἐπιδημήσαντας ξένους καὶ θεατρικοὺς καὶ ἀθλητὰς ἐνιαυσίοις ἀναλώμασιν ὑπεβάλετο τήν τε ἐνχειρισ-
θεῖσαν αὐτῷ δεκαπρωτείαν πιστῶς καὶ ἁγνῶς διοικήσ<ας> ἐπείκειαν αὐτῇ πᾶσαν ἐπεδείξατο ὁσάκις τε εἰς ἐπιδόσεις ἐκλήθη προσυ-
πήντα ταῖ<ς> τῆς πόλεως χρείαις τῇ ἰδίᾳ φιλοτειμίᾳ συναμιλλώμενος καὶ τοῖς εὐπορωτέροις· διηνεκῆ δὲ τὴν τῶν θεάτρων παρεῖχεν ὑπηρεσίαν καὶ
15 ἐν τοῖς ἰδιωτικοῖς καιροῖς ἐπιδεικνύμενος λειτουργοῦ μεγαλοψυχίαν. τὸ δὲ ὅλον λαμπροτέραν τῶν ἀπὸ τῆς τύχης φιλοτειμιῶν ἐπιδεικνύμενος
τὴν τῆς ψυχῆς καὶ τῶν ἠθῶν φιλαγαθίαν ἐπεικῆ καὶ ἰσότειμον τὸν ἑαυτοῦ παρεῖχεν βίον αἰδούμενος μὲν τοὺς πρεσβυτέρους ὡς πατέρας, φιλοστόργως
δὲ καὶ φιλοκαλῶς προσφερόμενος πάσῃ ἡλικίᾳ, δίκαιος ἐμ πολιτείᾳ, ἁγνὸς καὶ περὶ τὰς δημοσίας πίστεις, ζηλωτὸς τῆς σωφροσύνης, εὐσεβὴς καὶ
φιλόστοργος πρὸς τοὺς οἰκείους, ἀμείμητος πρὸς τοὺς φίλους, ἐπεικὴς καὶ φιλάνθρωπος πρὸς τοὺς οἰκέτας. ἐφ’ οἷς πᾶσιν δεδόχθαι τετειμῆσ-
θαι καθὼς προγέγραπται καὶ τετελευτηκότα Ἀγρεοφῶντα β τοῦ Διοδότου τοῦ Ἀρτεμιδώρου Περδικίαθεν τῇ τε δημοσίᾳ ταφῇ καὶ ταῖς ἄλλαις
20 ταῖς ὀφειλομέναις καὶ πρεπούσαις τῇ ἀξίᾳ αὐτοῦ τειμαῖς ἀνατεθῆναί τε αὐτοῦ καὶ εἰκόνας καὶ ἀνασταθῆναι ἀνδριάντας ἐκ δημοσίου, τῆς
ἐπιγραφῆς ἐφ’ ἑκάστου γεινομένης ἀναλογούντως τῇ τε ἀξίᾳ αὐτοῦ καὶ το<ῖ>ς εἰς τὴν πατρίδα πεφιλοτειμημένοις.
                                                                                                    χρηστὲ χαῖρε.
Search Help