Posthumous honorific inscription for Agreophon, son of Agreophon. Two marble blocks.
[ ]
Caria — Kaunos (Dalyan, nr.) — Rom. Imp. period (reign of Trajan?) — OpAth 8 (1968) 161, 5; 10 (1971) 36, 1 — McC. Kaunos 4 — SEG 50.1109
See also:
1 | σύνχυσ<ις> καὶ κατηφεία ἐγένετο τελ[ευτ]ήσαντος Ἀγρεοφῶντος β τοῦ Διοδότου τοῦ Ἀρτεμιδώρου Περδει- |
[κ]ίαθεν ἀνδρὸς ἀξιολογωτάτου καὶ εὐγ<ε>νεστάτου ὡς κοινὴν ἁπάντων καὶ ἰδίαν ἑκάστου τὴν ἐπ’ αὐτῷ λύπην ὑπολαβεῖν. καὶ ἐσπούδαζεν μὲν | |
καὶ ἐκκομιζόμενον αὐτὸν ἐν ᾧ πολυτελῶς ἐφιλοτειμήσατο γυμνασίῳ δημοσίας ταφῆς ἀξιῶσαι, τῶν δὲ οἰκείων αὐτοῦ παραιτησαμένων συνελθὼν | |
ὁ δῆμος μετὰ τῆς βουλῆς ὁμοθυμαδὸν ἐπεβοήσατο καὶ ἐτείμησεν αὐτὸν ταφῇ δημοσίᾳ καὶ εἰκόνων ἀναθέσεσιν καὶ ἀνδριάντων ἀνα<σ>τάσεσιν καὶ ταῖς ἄλ- | |
5 | λαις ταῖς ὀφειλομέναις καὶ πρεπούσαις τῇ ἀξίᾳ αὐτοῦ τειμαῖς, μεμνημένος ὧν τε οἱ πρόγονοι αὐτοῦ τῇ πατρίδι παρέσχον τε ταῖς ἀπὸ τῶν οὐσίων φιλοτειμί- |
αις καὶ ἐν πρεσβειῶν κατορθώμασιν καὶ ὧν ὁ πατὴρ αὐτοῦ στεφανηφορήσας μὲν ἐπὶ ἀργυρίου πολυτελεῖ δόσει, πρυτανεύσας δὲ φιλοτείμως ἅμα καὶ προνοητικῶς | |
τῶν τῆς πόλεως πραγμάτων καὶ πρεσ<βεύσας> δωρεὰν πρός τε αὐτοκράτορα καὶ ἡγεμόνας καὶ δεκαπρωτείαν μετὰ ἐπεικείας πάσης τελέσας ὧν τε αὐτὸς Ἀγρεοφῶν ἀπὸ | |
τῆς ἐν παισὶν καὶ ἐφήβοις ἡλικίας ἀρξάμενος φιλοτείμως κ<αὶ> ἐν ἀνδ[ρ]άσιν τέλειον καὶ μεγαλόψυχον ἐπλήρωσεν ἀεὶ τὴν εἰς τὴν πατρίδα διάθεσιν, γυμνασιαρχίαν τε | |
ἀναδεξάμενος δωρεὰν καὶ στεφανηφορίαν ἐν αὐτῷ ἔτει ὑπὲρ ἧς καὶ ἀργύριον τῷ δήμῳ ἔδωκεν, δι’ ἧς οὐ μόνον τὴν εἰς τοὺς πολείτας ἐπεδεί- | |
10 | ξατο πολυτέλειαν, ἀλλὰ καὶ μέχρι τῆς ξενικῆς γνώσεως ἐκόσμησεν τὴν πατρίδα διηνεκῆ πᾶσιν παρασχὼν ἄφθονον καὶ δαψιλῆ τὴν τοῦ ἐλαίου |
χρῆσιν τήν τε τῆς γερουσίας γυμνασιαρχίαν οὕτως πλουσίως ἐπλήρωσεν ὡς <ὑπὸ τῆς> πόλεως αὐτὴν μαρτυρηθῆναι <ἐπὶ τῇ> φιλοτειμίᾳ, καὶ ἀγωνοθέτης γε- | |
νόμενος ἐν πενταετηρίδι πρός τε τὴν πόλιν καὶ τοὺς ἐπιδημήσαντας ξένους καὶ θεατρικοὺς καὶ ἀθλητὰς ἐνιαυσίοις ἀναλώμασιν ὑπεβάλετο τήν τε ἐνχειρισ- | |
θεῖσαν αὐτῷ δεκαπρωτείαν πιστῶς καὶ ἁγνῶς διοικήσ<ας> ἐπείκειαν αὐτῇ πᾶσαν ἐπεδείξατο ὁσάκις τε εἰς ἐπιδόσεις ἐκλήθη προσυ- | |
πήντα ταῖ<ς> τῆς πόλεως χρείαις τῇ ἰδίᾳ φιλοτειμίᾳ συναμιλλώμενος καὶ τοῖς εὐπορωτέροις· διηνεκῆ δὲ τὴν τῶν θεάτρων παρεῖχεν ὑπηρεσίαν καὶ | |
15 | ἐν τοῖς ἰδιωτικοῖς καιροῖς ἐπιδεικνύμενος λειτουργοῦ μεγαλοψυχίαν. τὸ δὲ ὅλον λαμπροτέραν τῶν ἀπὸ τῆς τύχης φιλοτειμιῶν ἐπιδεικνύμενος |
τὴν τῆς ψυχῆς καὶ τῶν ἠθῶν φιλαγαθίαν ἐπεικῆ καὶ ἰσότειμον τὸν ἑαυτοῦ παρεῖχεν βίον αἰδούμενος μὲν τοὺς πρεσβυτέρους ὡς πατέρας, φιλοστόργως | |
δὲ καὶ φιλοκαλῶς προσφερόμενος πάσῃ ἡλικίᾳ, δίκαιος ἐμ πολιτείᾳ, ἁγνὸς καὶ περὶ τὰς δημοσίας πίστεις, ζηλωτὸς τῆς σωφροσύνης, εὐσεβὴς καὶ | |
φιλόστοργος πρὸς τοὺς οἰκείους, ἀμείμητος πρὸς τοὺς φίλους, ἐπεικὴς καὶ φιλάνθρωπος πρὸς τοὺς οἰκέτας. ἐφ’ οἷς πᾶσιν δεδόχθαι τετειμῆσ- | |
θαι καθὼς προγέγραπται καὶ τετελευτηκότα Ἀγρεοφῶντα β τοῦ Διοδότου τοῦ Ἀρτεμιδώρου Περδικίαθεν τῇ τε δημοσίᾳ ταφῇ καὶ ταῖς ἄλλαις | |
20 | ταῖς ὀφειλομέναις καὶ πρεπούσαις τῇ ἀξίᾳ αὐτοῦ τειμαῖς ἀνατεθῆναί τε αὐτοῦ καὶ εἰκόνας καὶ ἀνασταθῆναι ἀνδριάντας ἐκ δημοσίου, τῆς |
ἐπιγραφῆς ἐφ’ ἑκάστου γεινομένης ἀναλογούντως τῇ τε ἀξίᾳ αὐτοῦ καὶ το<ῖ>ς εἰς τὴν πατρίδα πεφιλοτειμημένοις. | |
χρηστὲ χαῖρε. |