Decree of Kaunos concerning the preparation and erection of the stele in the sanctuary of Apollo.  Marble pedimental stele, in two fragments, inscribed with four decrees (nos. 17-20).
[ ] Caria — Kaunos (Dalyan, nr.) — 2nd c. BC — L. Robert, Hellenica VII (1949) 171-188 — SEG 12.461 (iv); BE (1950) 179 — McC. Kaunos 8
See also:
99 πρυτάνεις εἰσέδωκαν περὶ τοῦ ἀναγνωσθέντος ψηφίσματος τοῦ ἀπεσταλμένου ὑπὸ Ζμυρ-
100 ναίων καθότι ἐπαινοῦσιν τὸν δῆμον καὶ στεφανοῦσιν χρυσῶι στεφάνωι, ἐπαινοῦσιν δὲ καὶ
τοὺς δικαστὰς Ἀντιγένην Ἀπολλωνίου, Αἰνέαν Ἀρτεμιδώρου, Τιμοῦχον Εὐάρχου καὶ στεφ[α]-
νοῦσιν ἕκαστον αὐτῶν χρυσῶι στεφάνωι, στεφανοῦσιν δὲ καὶ τὸν γραμματέα Πυθίωνα Δη-
μητρίου θαλλοῦ στεφάνωι· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἑλέσθαι ἄνδρα ὃς μισθώσει κατα-
σκευὴν στήλης λιθίνης εἰς ἣν ἀναγραφήσεται τὸ ἀπεσταλμένον ψήφισμα παρὰ Ζμυρναί-
105 ων καὶ τὴν ἀνάθεσιν ποιήσεται ἐν τῶι τοῦ Ἀπόλλωνος ἱερῶι· ὅσου δ’ ἂν μισθωθῇ δ[ό]τωσαν αὐτῶ[ι]
τὸ ἀργύριον οἱ ταμίαι ἐξ ἧς καθήκει προσόδου. ἡρέθῃ Ἀσκληπιάδης Ἀσκληπιάδου
Περδικιάθεν.
Search Help
Contact Us