Decree of Kaunos accepting the decree of Smyrna. Two fragments of a marble pedimental stele, inscribed with four decrees (nos. 17-20).
[ ]
Caria — Kaunos (Dalyan, nr.) — 2nd c. BC — L. Robert, Hellenica VII (1949) 171-188 — SEG 12.461 (iii); BE (1950) 179 — McC. Kaunos 7
See also:
63 | ἐπὶ ἱερέως Μηνοδώρου τοῦ Ἀθηνοδώρου τοῦ Ἀλεξίου, [μ]ηνὸς Ἱλαστηριῶνος· ἔδοξε Καυ- |
νίων τῆι βουλῆι καὶ τῶι δήμωι πρυτάνεων γνώμῃ· ἐπειδὴ Ζμυρναῖοι, φίλοι καὶ εὔνοι ὑ- | |
65 | πάρχοντες τοῦ δήμου, ἀπέσταλκαν πρεσβευτὴν καὶ ψήφισμα ἐν ὧι γράφουσιν ὅτι, ἀποστει- |
λάντων αὐτῶν πρὸς ἡμᾶς πρεσβευτὴν τὸν αἰτησόμενον δικαστὰς καὶ γραμματέα, ἡμεῖς | |
ποιησάμενοι πρόνοιαν περὶ τούτων ἀπεστείλαμεν τοὺς δικαστὰς ἄνδρας καλοὺς καὶ ἀγα- | |
θοὺς Ἀντιγένην Ἀπολλωνίου, Αἰνέαν Ἀρτεμιδώρου, Τιμοῦχον Εὐάρχου, οὓς διασαφοῦσιν | |
παραγενομένους εἰς τὴν πόλιν αὐτῶν τὰς μὲν δεδικακέναι τῶν δικῶν καλῶς καλ δικα[ίως] | |
70 | καὶ κατὰ τοὺς νόμους, τὴν πᾶσαν κακοπαθίαν τε καὶ φιλοτιμίαν προσενεγκαμένους, τὰς [δὲ] |
συν<λ>ελυκέναι, σπουδάσαντας καὶ τοὺς διαφερομένους τῶν πολιτῶν εἰς ὁμόνοιαν κατα- | |
στῆσαι, ἐφ’ οἷς καὶ ἐπαινοῦσιν τὸν δῆμον ἡμῶν καὶ στεφανοῦσιν χρυσῶι στεφάνωι τὴν ἐπ̣[ι]- | |
μέλειαν γράψαντες τῶν στεφάνων ἵνα ποιῆται ὁ παρ’ αὐτοῖς ἀγωνοθέτης ἐν τοῖς συν- | |
τελουμένοις Διονυσίοις τραγῳδῶν τῶι ἀγῶνι, ἐπαινοῦσιν δὲ καὶ τοὺς δικαστὰς Ἀντιγέ- | |
75 | νην Ἀπολλωνίου, Αἰνέαν Ἀρτεμιδώρου, Τιμοῦχον Εὐάρχου ἐπὶ τῆι αἱρέσει τε καὶ τ̣ῆ̣ι δικαιο- |
σύνηι ἧι ἐποιήσαντο περὶ τὰς κρίσεις καὶ στεφανοῦ{ν}σιν {²⁶στεφανοῦσιν}²⁶ ἕκαστον αὐτῶν χρυσῶι στεφά- | |
νωι, ἐπαινοῦσιν δὲ καὶ τὸν συνεξαποσταλέντα μετ’ αὐτῶν γραμματέα Πυθίωνα Δημη- | |
τρίου ἐπὶ τῶι παρεσχῆσθαι τὴν καθ’ αὑτὸν χρείαν ἀξίως ἀμφοτέρων τῶν πόλεων καὶ | |
στεφανοῦσιν θαλλοῦ στεφάνωι καὶ ὁ παραγενόμενος παρὰ Ζμυρναίων πρεσβευτής, | |
80 | ἀ̣ν̣ὴρ καλὸς καὶ ἀγαθός, τό τε ψήφισμα ἀπέδωκεν καὶ ἐπελθὼν ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆ- |
μον διελέγη ἀκολούθως τοῖς ἐν τῶι ψηφίσματι γεγραμμένοις, σπουδῆς καὶ φιλοτιμίας | |
οὐθὲν ἐλλείπων, παρεκάλεσέν τε ἵνα ἡ ἀναγγελία τῶν στεφάνων τῶι δήμωι ἡ- | |
μῶν καὶ τοῖς δικασταῖς γίνηται καθ’ ἕκαστον ἔτος ἐν τοῖς συντελουμένοις πα- | |
ρ’ ἡμῖν ἀγῶσιν καὶ ἵνα πρόνοιαν ποιησώμεθα ὅπως καὶ παρ’ ἡμῖν ἀναγραφῇ τὸ ἀπεσ- | |
85 | ταλμένον ὑπ’ αὐτῶν ψήφισμα εἰς στήλην λιθίνην καὶ ἀνατεθῇ ἐν τῶι ἐπιφανεστάτωι τό- |
πωι καὶ ὅτι ταῦτα πράξαντες χαριούμεθα αὐτοῖς· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἀποκρ̣[ί]- | |
νασθαι Ζμυρναίοις ὅτι ὁ δῆμος ἀποδέχεται τὰ ἐψηφισμένα τίμια φιλοφρόνως καὶ ἐπαιν[εῖ] | |
αὐτοὺς ἐπὶ τῶι μνημονεύοντα<ς> τῶν γινομένων εἰς αὐτοὺς ὑπὸ τοῦ πλήθους ἡμῶν συν- | |
φερόντων τὴν ἁρμόζουσαν πεποιῆσθαι πρόνοιαν περὶ τῶν προγεγραμμένων, ἐνφα- | |
90 | νιζέ{ι}τω {²⁶ἐνφανιζέτω}²⁶ δὲ Ζμυρναίοις καὶ ὅτι τὴν ἀναγραφὴν τοῦ ἀπεσταλμένου ὑπ’ αὐτῶν ψηφίσμα- |
τος καὶ τὴν ἀναγγελίαν τῶν στεφάνων ποιήσεται καθ’ ἕκαστον ἔτος ἐν τῶι συντελε[σ]- | |
θησομένωι παρ’ ἡμῖν μουσικῶι ἀγῶνι καὶ ὁ ἀγωνοθέτης καθ’ ἕκαστον ἔτος ποιείσθω τὴν ἀ- | |
ναγγελίαν τῶν στεφάνων ἐν τῶι μουσικῶι ἀγῶνι καθότι Ζμυρναῖοι παρακαλοῦσιν· ἀποδ[έ]- | |
ξασθαι δὲ καὶ τὴν προαίρεσιν τοῦ παραγεγενημένου πρεσβευτοῦ παρὰ Ζμυρναίων ἐπὶ τῆι εὐνο[ί]- | |
95 | αι τῆι ὑπαρχούσῃ αὐτῶι πρὸς τὴν πατρίδα καὶ τὸν δῆμον τὸν ἡμέτερον καὶ ἐπὶ τῶι τὴν ἐπιδ[η]- |
μίαν πεποιῆσθαι εὔτακτον καὶ εὐσχήμονα καὶ ἀξίαν ἀμφοτέρων τῶν πόλεων· πέμψαι δὲ αὐτῶ[ι] | |
καὶ ξένιον παρὰ τοῦ δήμου τὸ ἐν τῶι νόμωι γεγραμμένον· καλέσαι δὲ αὐτὸν καὶ ἐπὶ ξένια εἰς τὸ | |
πρυτανεῖον. |