Decree of Smyrna honoring the people of Kaunos and three judges. Two fragments of a marble pedimental stele, inscribed with four decrees (nos. 17-20).
[ ]
Caria — Kaunos (Dalyan, nr.) — 2nd c. BC — L. Robert, Hellenica VII (1949) 171-188 — G. Petzl, IK Smyrna II,1 579, I — McC. Kaunos 1
See also:
above cr. 1.1 | ὁ δῆμος ὁ Ζμυρναίων vac. |
τὸν δῆμον τὸν | |
Καυνίων vac. | |
above cr. 2.1 | ὁ δῆμ[ος ὁ] Ζ̣μυρναίων τοὺς δικαστὰς |
Ἀντ[ιγέν]ην vac. | |
Ἀπ̣[ολλωνίο]υ | |
above cr. 3.2 | Αἰνέαν vac. |
Ἀρτεμιδώρου vac. | |
above cr. 4.1 | vac. |
Τιμοῦχον | |
Εὐάρχου | |
above cr. 5.1 | τὸν γραμ[ματέα] |
[Πυθίωνα] | |
[Δη]μητρίο[υ] | |
below crowns.4 | ἔδοξε τῆ[ι βου]λῆι καὶ τῶι δήμωι στρατηγῶν καὶ Ἀθηνοδώρου τοῦ Μενεκράτου γνώμηι· ἐπε[ιδὴ] |
5 | τοῦ δή̣[μο]υ πέμψαντος πρὸς Καυνίους δικασταγωγὸν Ἀθηνόδωρον Μενεκράτου τὸν αἰτησόμεν̣[ον] |
[δικαστ]ήριον, ὁ δῆμος ὁ Καυνίων, φίλος ὑπάρχων καὶ εὔνους τῶι δήμωι καὶ προαιρούμενος ἀπὸ [παν]- | |
[τὸς] τοῦ βελτίστου σ̣υντελεσθῆναι τὰς κρίσεις, τὴν πᾶσαν σπουδὴν καὶ φιλοτιμίαν ποιησάμενος [πε]- | |
[ρὶ τ]ὴν αἵρεσιν τῶν δικαστῶν ἀπέστειλεν δικαστὰς Ἀντιγένην Ἀπολλωνίου, Αἰνέαν Ἀρτεμιδώρου, [Τι]- | |
μ̣οῦχον Εὐάρχου, οἵτινες παραγενόμενοι τὰς μὲν διεδίκασαν τῶν δικῶν καλῶς καὶ δικαίως καὶ κατὰ τοὺ[ς] | |
10 | [ν]όμους, τὴν πᾶσαν κακοπαθίαν τε καὶ φιλοπονίαν προσενεγκάμενοι, τὰς δὲ καὶ διέλυσαν σπουδάσ̣[αν]- |
[τ]ες καθ’ ὅσον ἦν ἐ[φ’] ἑαυτοῖς, τοὺς δὲ διαφερομένους τῶν πολιτῶν εἰς ὁμόνοιαν κατέστησαν [καὶ] | |
[ἐ]ν τοῖς ἄλλοις ἀνεστράφησαν ἀξίως τῆς τε ἑαυτῶν πατρίδος καὶ τῆς ἡμετέρας πόλεως· ὅπως οὖ[ν] | |
[κ]αὶ ὁ δῆμος φανερὸς ἦι τοῖς πρὸς αὐτὸν ἐκτενῶς προσφερομένοις τῆι εὐνοίαι ἀποδιδοὺς τ[ὴν] | |
κ̣αθήκουσαν τιμὴν καὶ χάριν· τύχηι ἀγαθῆι· δεδόχθαι· ἐπῃνῆσθαι μὲν τὸν δῆμον τὸν Καυνίων ἐπὶ τῆι [αἱ]- | |
15 | ρέσει καὶ εὐνοίαι ἧι ἔχω̣ν διατελεῖ πρὸς τὴν πόλιν ἡμῶν καὶ ἐπὶ τῶι ἀποστεῖλαι δικαστὰς ἀξίους ἀμφοτέρων τῶν [πό]- |
[λε]ων, πε[ρὶ] πλείστου τὸ δίκαιον ποιουμένους, καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἐν τοῖς πρώτο[ις] | |
συντελεσθησομένοις Διονυσίοις τραγῳδῶν τῶι ἀγῶνι· τῆς δὲ ἀναγγελίας τοῦ στεφάνου ἐ̣π[ι]- | |
μεληθῆναι τὸν ἀγωνοθέτην, ἀναγορεύοντος τοῦ ἱεροκήρυκος κατὰ τάδε· ὁ δῆμος ὁ Ζμυρναίων [στε]- | |
[φα]νοῖ τὸν δῆμον τὸν Καυνίων ἀρετῆς ἕνεκεν καὶ φιλοτιμίας ἧς ἐποιήσατο περὶ τὴν ἐξαποσ̣τ̣ο̣- | |
20 | [λ]ὴ̣ν̣ τῶν δικαστῶν· ἐπηινῆσθαι δὲ καὶ τοὺς παραγενομένους δικαστὰς Ἀντιγένην Ἀπολλω[νί]- |
ου, Αἰνέαν Ἀρτεμιδώρου, Τιμοῦχον Εὐάρχου ἐπὶ τῆι αἱρέσει τε καὶ δικαιοσύνηι καὶ φιλοτιμίαι ἧι ἐπο[ι]- | |
ήσα[ν]το περὶ τὰς κρίσεις καὶ ἐπὶ τῶι ἐνδημῆσαι ἀξίως ἀμφοτέρων τῶν πόλεων καὶ̣ στεφανῶσαι ἕ[κ]ασ- | |
τον αὐτῶν χρυσῶι στεφάνωι ἐν τοῖς πρώτοις Διονυσίοις τραγῳδῶν τῶι ἀγῶνι ἀρετῆς ἕνεκεν κα̣[ὶ] | |
δικαιοσύνης ἧς ἔχοντες διετέλουσαν ἐν ταῖς κρίσεσιν· τῆς δὲ ἀναγγελίας ἐπιμεληθῆνα̣[ι] | |
25 | τὸν ἀ̣[γ]ω̣νοθέτην κατὰ ταὐτά· ἵνα δὲ καὶ τοῖς ἐπιγενομένοις ὑπόμνημα καταλείπηται τῆς τῶν |
προειρημένων ἀνδρῶν ἀρετῆς καὶ τῆς τοῦ δήμου τοῦ Ζμυρναίων εὐχαριστίας, ὑπάρχειν αὐτο̣ῖ̣[ς] | |
ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερὰ καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν τοῖς | |
συντελουμένοις ὑπὸ τῆς πόλεως· καὶ ἐὰν ἀφικνῶνταί τινες αὐτῶν εἰς τὴν πόλιν, ἐπιμελε̣[ῖσ]- | |
θαι τήν τε βουλὴν καὶ τοὺς ἄρχοντας τοὺς ἀεὶ καθεστῶτας, ἵνα τά τε ἄλλα πάντα ὑπαρχῆι αὐτ[οῖς] | |
30 | φιλάνθρωπα παρὰ τοῦ δήμου, καὶ ἐάν τινος δέωνται τῶν καλῶς ἐχόντων, γίνηται αὐτοῖς· π̣[ε]- |
ρὶ δὲ πολιτείας αὐτοῖς τε καὶ ἐκγόνοις αὐτῶν τὸν βουλόμενον τῶν πολιτῶν οἷς ἔξεστιν | |
προγράψασθαι καὶ εἰσενεγκεῖν ἐν τοῖς ἐννόμοις χρόνοις· ἑλέσθαι δὲ καὶ πρεσβευτήν· τὸν | |
δὲ αἱρεθέντα ἀφικόμενον πρὸς Καυνίους τό τε ψήφισμα τόδε ἀναδοῦναι τοῖς ἄρχουσιν καὶ [ἐ]- | |
πελθόντα ἐπί τε τὴν βουλὴν καὶ τὸν δῆμον διαλεγῆναι περὶ τῶν δικαστῶν ἣν ἐποιήσαντο | |
35 | [σ]πουδὴν καὶ φιλοτιμίαν περὶ τὰς κρίσεις, ἐμφανίζοντα διότι ἔν τε τοῖς ἄλλοις πᾶσιν ἐπαινε[ῖ] |
[α]ὐ̣τοὺς ὁ δῆμος γεγενημένους ἀξίους ἀμφοτέρων τῶν πόλεων, καὶ διότι μισοπονήρως | |
τε καὶ δικαίως καὶ κατὰ τοὺς νόμους, φιλοπονίας τε καὶ κακοπαθίας οὐθὲν ἐλλείποντες, ἃς | |
μὲν ἔκριναν τῶν δικῶν, ἃς δὲ καὶ συνέλυσαν συμφερόντως· καὶ παρακαλεῖν τὸν δῆμον | |
τὸν Καυνίων ἐπιμέλειαν ποιεῖσθαι ὅπως οἵ τε στέφανοι οἱ ἐψηφισμένοι αὐτῶι τε καὶ τοῖς δικασ- | |
40 | ταῖς ἀναγορεύωνται καθ’ ἕκαστον ἔτος παρ’ αὐτοῖς ἔν τε τοῖς μουσικοῖς καὶ σκηνικοῖς ἀγῶσιν, ὅταν |
αὐτοὶ τοὺς εὐεργέτας στεφανῶσιν, ἐπιχωρῆσαι δὲ καὶ τόπον ἐπιφανῆ ἐν ὧι ἀνατεθήσεται στή- | |
λη λευκοῦ λίθου, ἀναγραφέντος εἰς αὐτὴν τοῦδε τοῦ ψηφίσματος, δηλοῦντα διότι ταῦτα πράξαν- | |
τες χαριοῦνται τῶι δήμωι· μεθόδιον δὲ τῶι αἱρεθέντι πρεσβευτῆι ὅσων ἡμερῶν δεήσει δοθῆ- | |
ναι, τὸν μὲν δῆμον τάξαι, τὸν δὲ ταμίαν δοῦναι κατὰ τὸ τῆς διοικήσεως ψήφισμα· τὸ | |
45 | δὲ ψήφισμ{ι}α {²⁶ψήφισμα}²⁶ τόδε ἀναγεγράφθαι. πρεσβευτὴς εἱρέθη Ἀθηνόδωρος Μενεκράτου. |