Funerary epigram for Philon, son of Eperatos.  Stele of white marble, decorated with a relief funerary banquet scene.
[ ] Aeg. Islands — Samos Isl. — Samos (Pythagoreion) — 2nd c. BC — AbhBerlin (1909.2) 62, 21 — GVI I (1955) 1154 — Pfuhl-Möbius II (1979) 438, 1821
See also:
below relief.1 [ψυ]χολιπὴς πολύδακρυς Ἐπηράτου ἐνθάδε κεῖται
[κο]ῦρος, πατρὶ λιπὼν πικρὰ γόων πάθεα
[μ]ατρί τε παμπληθὺν θρηνῶν γόον· ἐγ δὲ λοχείας
[ὠ]δῖνα στυγερὴν εἰς Ἀΐδαν ἔτεκεν.
5 ἄρτι γὰρ ἐξ ὤμων πορπάματα θήκατο κοῦρος
καὶ παρεφηβείης ἐξετέλει πέρατα,
ἄλκιμον ἐν στήθεσσιν ἔχων φρένα, παγκρατίωι δὲ
ἀϊθέων νίκαν ἤρατο κυδάλιμον·
ἡ δὲ βίου στρέπτειρα λίνου κλωστῆρι βιαίωι
10 Μοῖρα Φίλωνι βίου πικρὸν ἔθηκε τέλος·
δακρυχαρὴς Ἀΐδας γὰρ ἀνάρπασεν οὐδ’ ὑμεναίων
δᾳδοῦχον φιλίης τέρψιν ἀειράμενον·
Μίνως, ἐν θνατοῖσι δικαστύας ἔξοχα κρείνων,
τὸν νέον εὐσεβέων χώρωι ἐναγλάϊσον.
Search Help
Contact Us