Metrical dedications to Hera.  Eight fragments of white marble.
[ ] Aeg. Islands — Samos Isl. — Heraion — 307-311 AD (I) and 4th c. AD (II) — MDAI(A) 44 (1919) 45, 36 — SEG 1.405; IGR IV 1725
I.1 [Ἥρη], Ζ̣η̣νὸς ἄκοιτι, τεὸν νόον εὐμενέουσ̣[α]
αἰὲν ἐφ’ ἡγεμονῆϊ φέροις, ὡς λίσσομ’ ἔγωγε̣·
οὕκενά σοι καὶ νηὸν ἐδείματο καὶ γέρας ἱρ[ῷ]
KLEINO/TERON PO/RSUNE DIKASPO/LOS *AI)DE/SIS [%41 %40]
                         vacat 0,12
II.5 Ἥρη παμβ̣α̣[σίλεια, Δι]ὸ̣ς μεγάλου π̣α̣[ρ]ά̣κ[οι]τ̣ι
εἵλαθι κἀμὲ φύλαττε, σαόπτολι, σὸν λάτριν ἁγνόν·
ἄρτι γὰρ ἱρὰ Διεὶ ῥ[έξ]ας Κρήτησιν ἐν ἄντροις
Ἴδης ἐν σκοπέλοισι λάχον γέρας ἐκ βασιλῆος
νή<σ>ων, τὰς πέρι πό̣ντος ἁλίκτυπος ἐστεφάνωκε,
10 ἡγῖσθαι Πλούταρχος, ἔχων πατρὸς οὔνομα κλεινόν,
[– ⏑ ⏑]Ι σὺμ π[ᾶσ]ιν ἐμὸν βασιλῆ̣α φύλ̣ασ̣σ̣ε.
Search Help
Contact Us