[ ] Att. — non-stoich. — 131/0
1 ἐπὶ Ἐπικλέους ἄρχοντος ἐν ἄστει, ἐν Σαλαμῖνι δὲ Ἀνδρονίκ[ου]·
Μεταγειτνιῶνος τετράδι μετ’ εἰκάδας vv Θεογένης Κ[α]λλι-
μάχου Λευκονοεὺς εἶπεν· vv ἐπειδὴ Θεόδοτος Εὐστρόφου
Πειραιεὺς χειροτονηθεὶς γυμνασίαρχος εἰς τὸν ἐνιαυτὸν
5 τὸν ἐπὶ Ἐργοκλέους ἄρχοντος τάς τε θυσίας ἐβουθ[ύ]τησεν
ἁπάσας τὰς καθηκούσας καὶ ὑπεδέξατο τοὺς ἀλειφο-
μένους πάντας· v συνετέλεσεν δὲ καὶ τὰ Ἑρμαῖα κα[ὶ][πε]-
δέξατο πάντας ἀναλώσας εἰς ταῦτα οὐκ ὀλίον· v προ[σε]-
δαπάνησε δὲ καὶ πρὸς τὸ μερισθὲν αὐτῶι εἰς τὸ ἔλαιον ἐκ
10 τῶν ἰδίων· v ἀνέθηκεν δὲ καὶ ὅπλα ὀκτὼ καὶ ἀνέγραψ[ε]ν τοὺ[ς]
νενικηκότας τοὺς δρόμους· v ὁμοίως δὲ καὶ τοὺς τ[ὰ κ]ανᾶ [εἰ]-
ληφότας· v ἐπανήγαγεν δὲ καὶ τὰς ἐπαναγωγὰς καθ’ ἕκα[σ]-
τον μῆνα ποιούμενος ἐν ταῖς καθηκούσαις ἡμέραις·
ἦρξεν δὲ καὶ τὴν ἀρχὴν καὶ ἐν τοῖς λοιποῖς δικαίως κα[ὶ]
15 κατ[ὰ τ]οὺς νόμους φιλοτιμίας καὶ σπουδῆς οὐθὲν ἐλλε[ί]-
πων· vv εἰς ταῦτα πάντα ἀνηλώσας πλεῖον ἀργύριον·
ὠικοδόμησεν δὲ καὶ τὸν τοῖχον ἐκ τῶν ἰδίων τῆς στο[ᾶς]
τὸν βλέποντα πρὸς νότον, v καὶ περὶ τούτων πάντω[ν]
ἀπολελόγισται τεῖ βουλεῖ καὶ τῶι δήμωι, v δέδωκε δ[ὲ καὶ]
20 τὰς εὐθύνας· ὅπως ἐφάμιλλον ἦι πᾶσι τοῖς βουλομέ[νοις]
φιλοδοξεῖν εἰδόσιν ὅτι καταξίως τιμηθήσονται τ[ῶν]
εὐεργεσιῶν. vv ἀγαθεῖ τύχει δεδόχθαι τεῖ βουλεῖ
τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκ-
κλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμ-
25 βάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βου-
λεῖ· vv ἐπαινέσαι τὸν γυμνασιαρχήσαντα τὸν ἐνιαυ-
τὸν τὸν ἐπὶ Ἐργοκλέους ἄρχοντος Θεόδοτον Εὐστρό-
φου Πειραιέα καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφά-
νωι κατὰ τὸν νόμον φιλοτιμίας ἕνεκεν τῆς εἰς τὸν δῆ-
30 μον τὸν Σαλαμινίων καὶ ἀνειπεῖν τὸν στέφανον
τοῦτον Διονυσίων τῶν ἐν Σαλαμῖνι τραγωδοῖς, ὅταν
PRW=TON GI/NHTAI &v$ KAI\ *AI)ANTEI/OIS TW=I GUMNIKW=I A)GW=NI.
ἀναγράψαι τόδε τὸ ψήφισμα τὸν γραμματέα τοῦ δή-
μου εἰστήλας λιθίνας [δ]ύο v καὶ στῆσαι μίαν μὲν ἐν τῶι
35 γυμνασίωι v μίαν δὲ ἐν τῶι ἐπιφανεστάτωι τῆς ἀγο-
ρᾶς τόπωι· vv τῆς δὲ ἀναγορεύσεως τοῦ στεφάνου
καὶ τῆς ἀναθέσεως τῶν στηλῶν ἐπιμεληθῆναι τοὺς
ἐπιμελητάς, v μερίσαι δὲ τὸν ταμίαν Φιλοκλῆν Πειραι-
[έ]α ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσματα ἀναλισκομένων
40 [τῶ]ι δήμωι.
40a                     vacat 0.02
41                ὁ δῆμος ὁ Σαλαμινίων
41a                     in corona:
42                      Θεόδοτον
                    Εὐστρόφου
                 Πειραιέα γυμνασι-
45                 αρχήσαντα ἐπὶ Ἐ[ρ]-
                   γοκλέους ἄρ-
                      χοντος.
Search Help
Contact Us