1 | Χαιρέδημος Ἐπιχαρίνου Κολωνῆθεν εἶπεν· ἐπειδὴ Ἡρά- |
κλειτος Ἀσκληπιάδου Ἀθμονεὺς πρότερόν τε παρὰ τῶι βα- | |
σιλεῖ Ἀντιγό̣νωι τεταγμένος διετέλει λέγων καὶ πράττ- | |
ων ὑπὲρ τοῦ δήμου τοῦ Σαλαμινίων ὅσα ὑπελάμβανεν συμ- | |
5 | φέρειν καὶ τοῖς ἰδίαι Σαλαμινίων ἀφικνουμένοις πρὸς τὸν |
βασιλέα συμφιλοτιμούμενο{ι}ς {²⁶συμφιλοτιμούμενος}²⁶ εἰς τὸ μηθενὸς τῶν δυνατῶ- | |
[ν] ἀπράκτους γενομένους ἀπιέναι, καὶ νῦν καθεστηκὼς ὑπὸ τ- | |
[ο]ῦ βασιλέως στρατηγὸς ἐπὶ τοῦ Πε<ι>ραιέως καὶ τῶν ἄλλων τῶν | |
ταττομένων μετὰ τοῦ Πειραιέως διατελεῖ πολλὴν πρόνοιαν | |
10 | ποιούμενος ὅπως ἂν μηθὲν ἀδίκημα γίνηται κατὰ τὴν χώρ- |
[α]ν, καὶ τῶν τειχῶν τῶν ἐν τῆι νήσωι πεπτωκότων συνεπεμε- | |
[λ]ήθη ὅπως ἀνοικοδομηθεῖ, καὶ πολέμου γενομένου τοῦ περὶ Ἀ- | |
λέξανδρον καὶ πειρατικῶν ἐκπλεόντων ἐκ τοῦ Ἐπιλιμνίου | |
τὴν πᾶσαν πρόνοιαν ἐποεῖτο τοῦ μηθὲν βλαβερὸν γίνεσθαι π- | |
15 | ερὶ τὴν χώραν, ἀκολούθως τὴν τούτων ἐπιμέλειαν ποιούμεν- |
ος τῆι τοῦ βασιλέως πρὸς τὸν δῆμον αἱρέσει· ἔτι δὲ καὶ σώματ- | |
ος ἁρπ[ασ]θέντος ἐκ τῆς νήσου καὶ ἐξαχθέντος εἰς τοὺς ὑπεναντ- | |
[ίου]ς ἀντέ[λυ]σεν καὶ τοὺς ἀδικήσαντας ἐκόλασεν φανερ[ὸ]ν ποιῶν | |
[ὅτι οὐ]κ ἐπιτρέψει τοῖς ἀδικοῦσιν τὰ ἐν τῆι πόλει καὶ τὰ ἐν τῆι χώ- | |
20 | [ραι, π]αρέχεται δὲ καὶ κοινῆι καὶ ἰδίαι χρείαν τῶι βουλομένωι Σαλ- |
[αμι]ν[ίων κ]αὶ τἆλλα πράττων διατελεῖ τὰ συμφέροντα Σαλαμινί- | |
[οις καὶ ἰδία]ι κα[ὶ] κοινεῖ· ἀγαθεῖ τύχει, δεδόχθαι τῶι δήμωι τῶι Σα[λ]- | |
[αμινίων ἐπαινέσ]α[ι] Ἡρά[κλει]τον Ἀσκ[λη]π[ιά]δου Ἀθ[μ]ονέ[α — — —] |
IG II²
1225