| 1 | Χαιρέδημος Ἐπιχαρίνου Κολωνῆθεν εἶπεν· ἐπειδὴ Ἡρά- |
| κλειτος Ἀσκληπιάδου Ἀθμονεὺς πρότερόν τε παρὰ τῶι βα- | |
| σιλεῖ Ἀντιγό̣νωι τεταγμένος διετέλει λέγων καὶ πράττ- | |
| ων ὑπὲρ τοῦ δήμου τοῦ Σαλαμινίων ὅσα ὑπελάμβανεν συμ- | |
| 5 | φέρειν καὶ τοῖς ἰδίαι Σαλαμινίων ἀφικνουμένοις πρὸς τὸν |
| βασιλέα συμφιλοτιμούμενο{ι}ς {²⁶συμφιλοτιμούμενος}²⁶ εἰς τὸ μηθενὸς τῶν δυνατῶ- | |
| [ν] ἀπράκτους γενομένους ἀπιέναι, καὶ νῦν καθεστηκὼς ὑπὸ τ- | |
| [ο]ῦ βασιλέως στρατηγὸς ἐπὶ τοῦ Πε<ι>ραιέως καὶ τῶν ἄλλων τῶν | |
| ταττομένων μετὰ τοῦ Πειραιέως διατελεῖ πολλὴν πρόνοιαν | |
| 10 | ποιούμενος ὅπως ἂν μηθὲν ἀδίκημα γίνηται κατὰ τὴν χώρ- |
| [α]ν, καὶ τῶν τειχῶν τῶν ἐν τῆι νήσωι πεπτωκότων συνεπεμε- | |
| [λ]ήθη ὅπως ἀνοικοδομηθεῖ, καὶ πολέμου γενομένου τοῦ περὶ Ἀ- | |
| λέξανδρον καὶ πειρατικῶν ἐκπλεόντων ἐκ τοῦ Ἐπιλιμνίου | |
| τὴν πᾶσαν πρόνοιαν ἐποεῖτο τοῦ μηθὲν βλαβερὸν γίνεσθαι π- | |
| 15 | ερὶ τὴν χώραν, ἀκολούθως τὴν τούτων ἐπιμέλειαν ποιούμεν- |
| ος τῆι τοῦ βασιλέως πρὸς τὸν δῆμον αἱρέσει· ἔτι δὲ καὶ σώματ- | |
| ος ἁρπ[ασ]θέντος ἐκ τῆς νήσου καὶ ἐξαχθέντος εἰς τοὺς ὑπεναντ- | |
| [ίου]ς ἀντέ[λυ]σεν καὶ τοὺς ἀδικήσαντας ἐκόλασεν φανερ[ὸ]ν ποιῶν | |
| [ὅτι οὐ]κ ἐπιτρέψει τοῖς ἀδικοῦσιν τὰ ἐν τῆι πόλει καὶ τὰ ἐν τῆι χώ- | |
| 20 | [ραι, π]αρέχεται δὲ καὶ κοινῆι καὶ ἰδίαι χρείαν τῶι βουλομένωι Σαλ- |
| [αμι]ν[ίων κ]αὶ τἆλλα πράττων διατελεῖ τὰ συμφέροντα Σαλαμινί- | |
| [οις καὶ ἰδία]ι κα[ὶ] κοινεῖ· ἀγαθεῖ τύχει, δεδόχθαι τῶι δήμωι τῶι Σα[λ]- | |
| [αμινίων ἐπαινέσ]α[ι] Ἡρά[κλει]τον Ἀσκ[λη]π[ιά]δου Ἀθ[μ]ονέ[α — — —] |
IG II²
1225