Charter of the shopkeepers in the Heraion. Thick stele of white marble, in two joining fragments, intact at the top and bottom.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — ca. 245/4 BC — MDAI(A) 87 (1972) 210, 9 — SEG 27.545; cf. 47.1316 — IG XII,6 2 Add. p. 608
See also:
vacat 0,04 | |
[ἐπὶ — — — —, Ἀρτεμισ]ι̣ῶνος ἑνδεκάτη[ι, ἐκκλησίας κατὰ νόμον] | |
[συναχθείσης περὶ τῶ]ν̣ ἀρχαιρεσιῶν ἐν τῶι [θεάτρωι, ἐπιστατοῦν]- | |
[τος — — — — —ο]υ· vac. τάδε εἰσήνεγκαν οἱ νεω̣[ποῖαι περὶ τῶν] | |
[καπηλείων διορθωσά]μ̣ενοι τὴν διαγραφὴν τῶν καπή[λων τῶν ἐν] | |
5 | [τῶι ἱερῶι τῆς Ἥρας κατ]ὰ τὸ ψήφισμα, καὶ ὁ δῆμος ἐκύρωσ[εν· ἀπομισθ]- |
[οῦν καπηλεῖα ἐν τῶι ἱε]<ρ>ῶι τῆς Ἥρας τέσσαρα, ἐφ’ ὧι οὐκ ἐξου[σία ἔσται] | |
[μηδενὶ πλείονα ἔχειν κ]απηλείου ἑνός, ἐφ’ οὗ καὶ ἐπ’ οἰκήσει οἱ μ[ισθωσά]- | |
[μενοι μενῶσιν πάντ]α τὸν ἐνιαυτόν. παρακαπηλ[ε]ύσει δὲ ἀ[ὐτοῖς] | |
[οὔτε δοῦλος οὔτε σ]τρατιώτης οὔτε ἄπεργος οὔτε ἱκέτης [οὔτε ἄλ]- | |
10 | [λος κάπηλος οὐδεὶ]ς τρόπωι οὐδὲ παρευρέσει οὐδεμιᾶι πλὴ̣[ν τῶν μι]- |
[σθωσαμένων· ὁ δὲ] παρακαπηλεύων ἀποτείσει τοῖς μισθω[σαμέ]- | |
[νοις — — — — ζη]μίαν. οἱ δὲ μισθωσάμενοι οὐ παραδώσου[σιν τὰ κα]- | |
[πηλεῖα οὔτε ἀπέ]ργωι οὔτε ἱκέτηι τρόπωι οὐδὲ παρευρέσε[ι οὐδεμι]- | |
[ᾶι· ὁ δὲ παραδιδοὺς] τούτων τινὶ ἀποτείσει τῆι θεῶι δραχμὰ[ς — — —· ἡ] | |
15 | [δὲ ζημία εἰσπραχθή]σεται ὑπὸ τῶν νεωποιῶν καὶ τοῦ ταμίου [τῶν ἱε]- |
[ρῶν. οἱ μισθωσάμε]νοι οὐχ ὑποδέξονται παρὰ δούλου οὐθὲν [οὐδὲ παρ’] | |
[ἱκέτου οὐδὲ παρὰ σ]τ̣ρατιώτου οὐδὲ παρὰ ἀπέργου οὐδὲ ἀγορῶσι̣[ν οὐθὲν] | |
[τῶν σίτων τῶν ἐκ] τῆς χώρας γινομένων οὔτε ἄλλο οὐθὲν τρόπ[ωι οὐ]- | |
[δὲ παρευρέσει] οὐδεμιᾶι, πλὴν ἐάν τινες τῶν γεούχων ἢ τῶ̣[ν ἀπο]- | |
20 | [δειχθέντων σιτ]ωνῶν πωλῶσίν τινα τῶν ἐγκαρπίων. οὐχ ὑπ̣[οδέξον]- |
[ται δὲ ἐν τοῖς κα]πηλείοις τοὺς καθίζοντας οἰκέτας εἰς τὸ ἱερὸν ο[ὐδὲ παρ]- | |
[έξουσιν ἔργα ο]ὔτε σῖτα οὐδ’ ὑποδέξωνται παρ’ αὐτῶν οὐδὲν [τρόπωι] | |
[οὐδὲ παρευρέσ]ε̣ι οὐδεμιᾶι· ἐὰν δέ τινες τῶν ἐπεστηκότων [ἀρχείων] | |
[ἕλωσίν τινα ποιοῦντά τι] τ̣ῶν ἀπειρημένων, ὑπόδικος ἔστω ὁ [ποιήσας] | |
25 | [τοῖς νεωποίαις. ἐὰ]ν δὲ τ̣ι̣ ἐ̣[γ]κ̣αλῆι ὁ ἰδιώτης τῶι καπήλωι ἢ [καὶ τοὐν]- |
[αντίον, γραφ]έσθωσαν τὰς δί̣[κας] ἐ̣πὶ τῶν νεωποιῶν ἕως δ̣[ραχμῶν] | |
[— 6-7 —· οἱ δ]ὲ νεωποῖαι τὰς γρα[φείσας δί]κας εἰσαγέ[τωσαν εἰς τὸ ἱε]- | |
[ρὸν δικαστ]ήριον ἀφ’ ἧς ἂν ἡμέρας γραφῶσιν ἐν ἡ̣μ̣[έραις εἴκοσι καὶ] | |
[πάντα τὰ] περὶ τὴν εἰσαγωγὴν ποιείτωσαν κατὰ τὸν ἱ̣[ερὸν νόμον]· | |
30 | [ἑκατέρους δ]ὲ μισθὸν τῶι δικαστηρίωι φέρειν ἐκκ τοῦ ν̣[όμου γρα]- |
[φομένους] τ̣ὴν δίκην· γίνεσθαι δὲ ἐκ τοῦ ἡσσηθέντος. ἐὰν δέ τ̣[ινας ἀ]- | |
[δίκως οἱ] νεωποῖαι ζημιώσωσιν περί τινος τῶν ἐν τῶι ἱερῶι ἀν̣[όμων] | |
[καὶ οἱ ζη]μιωθέντες ἀντείπωσιν, εἰσάγεσθαι τὰς γραφείσας [δίκας] | |
[ὑπὸ τ]ῶν ἐξεταστῶν εἰς τὸ πολιτικὸν δικαστήριον κατὰ ταὐ[τά. τὸν] | |
35 | [φόρον] καταβαλοῦσιν οἱ μισθωσάμενοι τῶι ταμίαι τῶν ἱερῶν κατ’ [ἔτος ἀν]- |
[τιδ]ι̣κοῦντες οὐθὲν οὐδ’ ὑπόλογον φέροντες. οἱ μισθωσάμενοι ἐ[φ’ ὧι κα]- | |
[ταθ]ήσουσιν τῶι ταμίαι τῶν ἱερῶν, ἀτελεῖς ἔσονται ὧν ἂν ὠνῶν [πωλῶ]- | |
[σιν] ἐ̣ν τῶι ἱερῶι. μὴ ἐξουσία δὲ ἔστω τῶν ἱερῶν παίδων καπηλεύειν̣. [vac.] | |
vacat 0,54 |