Subscript of Augustus to the Samians.  Copy preserved on the archive wall of the theater at Aphrodisias.
[ ] Caria — Aphrodisias — 31-19 BC — J. Reynolds, Aphrodisias and Rome (1982) 104, 13 — SEG 32.833 — J.H. Oliver, Greek Constitutions (1989) 25, 1
1            Αὐτοράτωρ Καῖσαρ Θεοῦ ∙Ἰ∙ουλίου υ∙ἱ∙ὸς Αὔγουστος v Σαμίοις∙ ὑπὸ τὸ ἀξίωμα ὑπέγραψεν·
ἔξεστιν ὑμεῖν αὐτοῖς ὁρᾶν ὅτι τὸ φιλάνθρωπον τῆς ἐλευθερίας οὐδενὶ δέδωκα δήμῳ πλὴν τῷ τῶν
〚Ἀφροδεισιέων〛, ὃς ἐν τῷ πολέμῳ τὰ ἐμὰ φρονήσας δοριάλωτος διὰ τὴν πρὸς ἡμᾶς εὔνοιαν ἐγένετο·
οὐ γάρ ἐστιν δίκαιον τὸ πάντων μέγιστον φιλάνθρωπον εἰκῇ καὶ χωρὶς αἰτίας χαρίζεσθαι ∙ ἐγὼ δὲ
5 ὑμεῖν μὲν εὐνοῶ καὶ βουλοίμην ἂν τῇ γυναικί μου ὑπὲρ ὑμῶν σπουδαζούσῃ χαρίζεσθαι, ∙ ἀλλὰ
οὐχ ὥστε καταλῦσαι τὴν συνήθειάν μου· οὐδὲ γὰρ τῶν χρημάτων μοι μέλει ἃ εἰς τὸν φόρον τελεῖτε,
         * ἀλλὰ τὰ τειμιώτατα φιλάνθρωπα χωρὶς αἰτίας εὐλόγου δεδωκέναι οὐδενὶ βούλομαι. *
Search Help
Contact Us