Subscript of Augustus to the Samians. Copy preserved on the archive wall of the theater at Aphrodisias.
[ ]
Caria — Aphrodisias — 31-19 BC — J. Reynolds, Aphrodisias and Rome (1982) 104, 13 — SEG 32.833 — J.H. Oliver, Greek Constitutions (1989) 25, 1
1 | Αὐτοράτωρ Καῖσαρ Θεοῦ ∙Ἰ∙ουλίου υ∙ἱ∙ὸς Αὔγουστος v Σαμίοις∙ ὑπὸ τὸ ἀξίωμα ὑπέγραψεν· |
ἔξεστιν ὑμεῖν αὐτοῖς ὁρᾶν ὅτι τὸ φιλάνθρωπον τῆς ἐλευθερίας οὐδενὶ δέδωκα δήμῳ πλὴν τῷ τῶν | |
〚Ἀφροδεισιέων〛, ὃς ἐν τῷ πολέμῳ τὰ ἐμὰ φρονήσας δοριάλωτος διὰ τὴν πρὸς ἡμᾶς εὔνοιαν ἐγένετο· | |
οὐ γάρ ἐστιν δίκαιον τὸ πάντων μέγιστον φιλάνθρωπον εἰκῇ καὶ χωρὶς αἰτίας χαρίζεσθαι ∙ ἐγὼ δὲ | |
5 | ὑμεῖν μὲν εὐνοῶ καὶ βουλοίμην ἂν τῇ γυναικί μου ὑπὲρ ὑμῶν σπουδαζούσῃ χαρίζεσθαι, ∙ ἀλλὰ |
οὐχ ὥστε καταλῦσαι τὴν συνήθειάν μου· οὐδὲ γὰρ τῶν χρημάτων μοι μέλει ἃ εἰς τὸν φόρον τελεῖτε, | |
* ἀλλὰ τὰ τειμιώτατα φιλάνθρωπα χωρὶς αἰτίας εὐλόγου δεδωκέναι οὐδενὶ βούλομαι. * |