Letter of Lysimachos to the Samians. Pedimental stele of white marble, broken at the lower left and at the bottom.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — 283/2 BC — CIG 2.2254 — OGIS I 13 — I. Priene 500
See also:
1 | βασιλεὺς Λυσίμαχος Σαμίων τῆι βουλῆι καὶ τῶι δήμωι χα̣ί̣ρ̣ε̣ι̣[ν· κα]- |
τέστησαν ἐφ’ ἡμᾶς οἵ τε πρέσβεις οἱ παρ’ ὑμῶν καὶ οἱ παρὰ τῶν Πρ[ιη]- | |
νέων ἀποσταλέντες ὑπὲρ τῆς χώρας, ἧς ἐτύγχανον ἠμφ̣[ισ]- | |
βη̣τηκότες πρότερον ἐφ’ ἡμῶν· εἰ μὲν οὖν προείδειμεν ἡ̣[μ]ε̣ῖ̣ς̣ τ̣[ήν]- | |
5 | δε τὴγ χώραν ὑμᾶς ἐκ̣ τ̣οσούτων ἐτῶν ἔχειν καὶ νέμε[ι]ν, κ̣[αθ’] |
ὅλον οὐκ ἂν ἐπεσπασάμεθα τὴγ κρίσιν· νῦν δὲ ὑπελαμβάνομεν̣ | |
ὑπογύου τινὸς χρόνου παντελῶς γεγονέναι τὴν ἐπέ̣μ̣β̣α̣σ̣ι̣[ν]· | |
ο̣ὕτω γὰρ ἡμῖν ἐποιοῦντο τὴν μνείαν ἐν τοῖς πρότερον λ̣ό̣[γοις οἱ] | |
τῶν Πριηνέων πρέσβεις· οὐ μὴν ἀλλ’ ἐπειδὴ παρῆσαν οἵ τ̣ε παρ’ ὑ̣μ̣ῶ̣[ν] | |
10 | [κ]αὶ οἱ παρὰ τῶν Πριηνέων ἀναγκαῖον ἦν διακούε̣ιν τὰ ἀ̣[ρχ]αῖα τῶ̣[ν δι]- |
[αφό]ρων· οἱ μὲν οὖν Πριηνεῖς τὴμ μὲν ἐξ ἀρχῆς γεγενημένην αὐτ̣[οῖς] | |
[κτῆσι]ν τῆς Βατινήτιδος χώρας ἐπεδείκνυον ἔκ τε τῶν ἱστοριῶν κ[αὶ ἐκ] | |
[τῶν ἄ]λ̣λων μαρτυρίων καὶ δικαιωμάτωμ̣ μ̣[ε]τὰ τῶν ἑξετῶν σ̣[πον]δ̣ῶ̣[ν]· | |
[ὕστε]ρ̣ον δὲ συνωμολόγουν Λυγδάμεως ἐπελθόντος ἐπὶ τὴν Ἰω[νί]- | |
15 | [αν μετὰ] δυνάμεως τούς τε λοιποὺς ἐγλιπεῖν τὴγ χώραν κ̣α̣ὶ̣ Σ̣α̣μ̣ί[ους] |
[εἰς τὴν ν]ῆσον ἀποχωρῆσαι· τὸν δὲ Λύγδαμιν κατασχόντα ․․․α̣ | |
[ἔτη αὐτοῖς] πάλιν ἀποδιδόναι τὰς αὐτὰς κτήσεις, τοὺς δὲ Π̣ρ̣ιη- | |
[νέας παρειληφέ]ν̣αι, Σαμίων δὲ οὐθένα παραγενέσθαι παρά̣π̣α̣[ν τό]- | |
[τε πλὴν εἴ τις ἐ]τύγχανεν παρ’ αὐτοῖς κατοικῶν· τοῦτον δὲ τ[․]ν̣ | |
20 | [— — — — — —]ενον προσενέγκασθαι Πριηνεῦσιν· ὕστ̣ερ̣ον̣ δ[ὲ ὑπο]- |
[στρέψαντας μετὰ β]ί̣ας Σαμίους παρελέσθαι τὴγ χώραν αὐτῶν· ἀπ̣[ο]- | |
[πεμφθῆναι οὖν παρὰ] Πριηνέων Βίαντα περὶ διαλύσεων τοῖς Σα[μίοις] | |
[πρεσβευτήν, τοῦτον δ]ὲ διαλῦσαί τε τὰς πόλεις καὶ τοὺς οἰκοῦν̣τας | |
[ἀποχωρῆσαι τῆς Βα]τινήτιδος χώρας· πρότερομ μὲν οὖν ἔ[φασαν] | |
25 | [— — — — — — — —] μ̣ένειν ἐν τούτοις καὶ μέχρι τοῦ ἐσχάτου χρό%⁸⁰- |
[νου — — — — — —]ας, νῦν δὲ ἠξίουν ἡμᾶς κατὰ τὴν̣ ἐ̣ξ ἀρχῆς κ[τῆ]- | |
[σιν ἀποδιδόναι αὐτοῖς] τ̣ὴγ χώραν· οἱ δὲ παρ’ ὑμῶν ἀποσταλέντες | |
[πρέσβεις τὴν κτῆσιν τὴ]ν γ̣ε̣γενημένην αὐτοῖς τῆς Βατινήτιδος | |
[χώρας ἔφασαν ἐκ προγόνων] παρειληφέναι· μετὰ δὲ τὴν Λυγδάμε̣- | |
30 | [ως εἰσβολὴν ἐγλιπεῖν συνωμο]λόγουν ὥσπερ καὶ οἱ λοιποὶ καὶ αὐτοὶ |
[τὴγ χώραν, ἀποχωρῆσαι δὲ εἰ]ς̣ τὴν νῆσον· ὕστερον δὲ Ο̣[— — — — —] | |
[— — — — — — — — — — —]Ι̣ Ι̣․․ ο̣ἰ̣[κε]ῖν̣ χιλίους Σ̣α̣[μίους — — —] | |
[— — — — — — — — — — — — — — — — — —]Υ․Σ̣[— — — — — — —] |