Decree of the Samians honoring Telestratos of Magnesia. Large, intact marble slab, heavily worn on the right.
[ ]
Ionia — Magnesia on the Maeander — ca. 150-100 BC — I. Magnesia 103
vacat 0,09 | |
ὁ δῆμος ὁ̣ [Σαμίων Τηλέστρατον] | |
Διογένους [Μάγνητα ἀπὸ Μαιάνδρου] | |
ἐτείμησεν. vacat | |
vacat 0,185 | |
4 | στεφανηφοροῦντος [— — — — — — — — — — — — — — — — —, ψηφίσματα] |
5 | παρὰ Σαμίων ὑπὲρ τιμ[ῶν Τηλεστράτου Διογένους. ἔδοξεν τῶι δήμωι, γνώ]- |
μη πρυτάνεων, ὑπὲρ ὧν [τῆς βουλῆς προβουλευσάσης προεγράψαντο ἐπελθόν]- | |
τες πλείονες τῶν πο[λιτῶν, ὅπως πρεσβεία ἀποδειχθῇ καὶ ἀποσταλῇ πρὸς] | |
Μάγνητας, οἰκείους κα̣[ὶ ἰσοπολίτας καὶ φίλους ὑπάρχοντας τοῦ ἡμετέρου] | |
δήμου, ἥτις ἀφικομέν̣[η εἰς Μαγνησίαν τὸν δῆμον τῶν Μαγνήτων παρα]- | |
10 | κ̣αλέσει κατατάξαι πα[ρ’ ἑαυτοῖς εἰς τὰ δημόσια γράμματα τὰ ἐψηφισμένα φι]- |
λάνθρωπα τῶι̣ πολ[ίτηι αὐτῶν Τηλεστράτωι, δεδόχθαι τῶι δήμωι· ἀπο]- | |
δεῖξαι ἤδη πρεσβευ[τὰς ἄνδρας τρεῖς, οἵτινες ἀφικόμενοι πρὸς Μάγνητας] | |
ἰσοπολίτας ὑπάρχον[τας καὶ φίλους τοῦ ἡμετέρου δήμου καὶ προσελθόντες] | |
πρὸς αὐτοὺς καὶ ἀναδ̣[όντες τὸ ψήφισμα παρακαλέσουσιν αὐτοὺς κα]- | |
15 | τατάξαι καὶ παρ’ ἑαυτοῖς ε[ἰς τὰ δημόσια γράμματα τὰ ἐψηφισμένα τῶι] |
πολίτηι αὐτῶν Τηλεσ[τράτωι φιλάνθρωπα, — — — — — — — — ὑπακού]- | |
σαντες τὰ παρακαλού[μενα — — — — — — — — — — — — — — — — τῆι] | |
ὑπαρχούσηι ταῖς πόλ[εσιν πρὸς ἀλλήλας οἰκειότητί τε καὶ ἰσοπολιτείᾳ καὶ φι]- | |
λίᾳ· πρεσβευταὶ ἀπεδε[ίχθησαν Θεόδοτος, — — — — —, — — — — — —. ἔδο]- | |
20 | ξεν τῶι δήμωι, Λεον[— — — — — — — — — — —, — — — — — — — — — — —]- |
γνώτου, Ἰάσων Ἰάσον̣[ος, — — — — — — — — — —, — — — — — — — — — —] | |
φύσει δὲ Μιννίωνο[ς, — — — — — — — — — — — — —, — — — — — — — — —]- | |
γένου εἶπαν· ὑπὲρ ὦν [— — — — — — — — — — — — τῆς βουλῆς προβουλευ]- | |
σάσης προεγράψαντ[ο αὐτοί, ὅπως Τηλέστρατος Διογένους Μάγνης ἀπὸ] | |
25 | Μαιάνδρου ε<ὔ>νουν [ἑαυτὸν παρεισχημένος καὶ κοινῆι τῆι πόλει καὶ ἰδίαι] |
τοῖς ἐντυνχάνουσιν [τῶν πολιτῶν ἐπαινεθῇ καὶ στεφανωθῇ χρυσῶι στεφάνωι] | |
Διονυσίων τραγωιδ[οῖς, ὅταν τοὺς πρώτους χοροὺς ἡ πόλις τῆι θεῶι συν]- | |
τελῇ, δοθῇ δὲ αὐτῶ[ι πολιτεία καθότι ἂν τῆι βουλῆι καὶ τῶι δήμωι δόξῃ, δεδόχ]- | |
θ̣αι τῶι δήμωι· ἐπῃν[ῆ]σ[θαι Τηλέστρατον Διογένους Μάγνητα εὔνουν] | |
30 | [κ]αὶ χρήσιμον ὑπάρχον[τα κοινῆι τῆι πόλει καὶ ἰδίαι τοῖς ἐντυνχάνουσι τῶν πο]- |
λ̣ιτῶν καὶ στεφανῶσα[ι χρυσῶι στεφάνωι Διονυσίων τραγωιδοῖς, ὅταν τοὺς] | |
πρώτους χοροὺς ἡ̣ [πόλις τῆι θεῶι συντελῇ, τῆς δὲ ἀναγγελίας τοῦ στε]- | |
φάνου προνοηθῆν[αι τὸν ἀγωνοθέτην — — — — — — — — — — — —, τὸν] | |
δὲ γραμματέα τῆς βο[υλῆς ἀναγράψαι αὐτὸν εἰς φυλὴν καὶ χιλιαστὺν και ἑκα]- | |
35 | τοστὺν καὶ γένος. vacat |
{²sequuntur vv. 36-68 Magnetum decretum, vv. 68-80 eorundem responsio}² |