[ ]
Att. — non-stoich. — post 167 a.
1 | [— — — — — — — — — — — — — — — — ἐπαινέσαι Ἐπ]ικλῆν [Καλλ?]ίου Ἀχαρνέα |
[καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι κ]ατὰ τὸν νόμον ἀρετῆς ἕνεκεν καὶ εὐ- | |
[νοίας ἧς ἔχων διατελεῖ πρὸς τὸν δ]ῆμον τὸν Ἀθηναίων καὶ πρὸς τοὺς ἐν Ἡ- | |
[φαιστίαι οἰκοῦντας· στῆσαι δὲ αὐτ]οῦ καὶ εἰκόνα χαλκῆν ἐν Ἀθήναις ὅπου ἂν δο- | |
5 | [κεῖ εὔσχημον εἶναι· ἀνειπεῖν δὲ τὸν σ]τέφανον τοῦτον καὶ τὴν τῆς εἰκόνος ἀνάθε- |
[σιν ἐν μὲν] Ἀθή[ναις Διονυσίων τ]ε τῶν μεγά[λω]ν τραγωιδῶν τῶι καινῶι ἀγῶνι | |
[κ]αὶ Παναθη[ναίων καὶ Ἐλευσινίων] τοῖς γυμνικοῖς ἀγῶσιν κα[ὶ] εἰς τοὺς λοιποὺς εἰς | |
[ο]ὓς ἡ πόλ[ις — — — — — — — — —, ἐν] δὲ Ἡφαιστ[ία]ι Διονυσίων τραγωιδῶν τῶι ἀγῶνι | |
καὶ ἐν το[ῖς ἄ]λλοις [ἀγῶσιν οὓς ἡ πόλ]ις τίθησιν. τῆς δὲ ἀναγορεύσεως ἐπιμελεῖσ- | |
10 | θαι ἐν ἄστει μὲν τ[οὺς στρατηγοὺ]ς καὶ τοὺς [ἀ]εὶ πεμπομένους θεωρούς, ἐ[ν] |
Ἡφαιστίαι δὲ τὸν ἀ[εὶ χειροτονούμε]νον ἀγωνοθέτην καὶ τὸν κήρυκα τοῦ [δή]- | |
μου· εἶναι δὲ αὐτῶ[ι καὶ σίτησιν] ἐμ πρυτανείωι καὶ προεδρίαν ἐν τοῖς [ἀγῶ]- | |
σιν οἷς ὁ δῆμος ὁ ἐ[ν Ἡφαιστίαι σ]υντελεῖ καὶ πρόσοδον πρὸς τὴν β[ου]- | |
λὴν καὶ τὸν δῆμον [πρώ]τ[ωι μετὰ τ]ὰ ἱερὰ καὶ ἄλλο ἀγαθὸν εὑρέσθαι ὅτου [ἂν δο]- | |
15 | κεῖ ἄξιος εἶναι· ἵνα δὲ καὶ ὑ[πόμνη]μα ὑπάρχει τῆς τε Ἐπικλέους καλοκαγα[θί]- |
α[ς] καὶ τῆς τοῦ δήμου εὐχ[αριστίας], τὸν γραμματέα τοῦ δήμου ἀναγράψαι τό[δε] | |
τὸ ψήφισμα εἰς στήλην λιθ[ίνην κ]αὶ στῆσαι παρὰ τὴν εἰκόνα, εἰς δὲ τὴν ἀνα[γρα]- | |
φὴν καὶ τὴν ἀνάθεσιν τῆς [στήλ]ης μερίσαι τὸν ταμίαν τῶν σ[τρ]ατιωτι[κῶν] | |
[Κ]αλλίστρατον Ἁλαιέα καὶ ἀ[πενεγ]κεῖν ἐν τῶι λόγωι· χειροτονῆσαι δ[ὲ τὸν] | |
20 | [δ]ῆμον ἤδη πέντε ἄνδρα[ς ἐξ Ἀθ]ηναίων ἁπάντων οἵτινες [ἀφικό]- |
μενοι εἰς Ἀθήνας καὶ ἐπελ[θόντες ἐ]πὶ τ[ὴν] βουλ[ὴν] κα[ὶ τὸν δῆμον] | |
ἀξιώσουσιν ἐπιχωρῆσαι κυρί[ας εἶναι τὰς δωρεάς. οἵδε κεχειροτόνηνται κατὰ τὸ] | |
ψήφισμα· Φιλωνίδης Ἀραφή[νιος, — — — — — —, — — — — — —, — — — Ἀφι]- | |
δναῖος, Ἀρχίας Θοραιεύς. |