Honorific decree for the philosopher Epikrates of Herakleia. Stele of white marble, broken at the top and bottom.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — ca. 200 BC — MDAI(A) 44 (1919) 29, 14 — SEG 1.368 + Add. p. 139
See also:
[— — — — — ὑπὲρ ὧν προεγράψαντο] | |
[— — — — — — — — — — κα]ὶ Ἐπιφῶν | |
[— c.5 — κ]α̣[ὶ Τ]εισίλας Φιλίστου, ὅπως̣ | |
[Ἐ]πικράτει Δημητρίου Ἡρακλεώτει | |
[π]εριπατητικῶι πλείονα χρόνον ἐν | |
5 | [τῆ]ι πόλει ἡμῶν παρεπιδεδημηκό- |
[τι] κ̣αὶ διὰ τῆς αὑτοῦ παιδείας πολ- | |
[λὰ] τοὺς νέους εὐεργετηκότι δοθῆι | |
[πολι]τεία καθότι ἂν τῆι βουλῆι καὶ | |
[τῶι δή]μωι δόξει καὶ ἡ βουλὴ προεβούλευ- | |
10 | [σεν ἐπαγα]γ̣εῖν ἐν ταῖς ἀρχαιρεσίαις· |
[ἐπειδὴ Ἐπικ]ράτης Δημητρίου Ἡρακλε- | |
[ώτης περ]ιπατητικὸς πλείονα χρόνον | |
[παρεπιδε]δήμηκεν ἡμῶν ἐν τεῖ πόλει | |
[καὶ διὰ] τ̣ῆ̣ς̣ αὑτοῦ παιδείας πολλὰ | |
15 | [τοὺ]ς νέους εὐεργέτηκεν χαρίζεσ- |
[θαι βο]υλόμενος καὶ ἰδίαι τοῖς ἀπαντῶ- | |
[σι τ]ῶ̣ν συσχολαζόντων ἑαυτῶι καὶ | |
[κοιν]ῆι τῶι δήμωι μεταδιδοὺς ἀφθόνως | |
[τῆς] καθ’ αὑτὸν παιδείας τοῖς βουλομέ- | |
20 | [νοι]ς μετέχειν τῶμ πολιτῶν τοῖς τε |
[μὴ] δ̣υναμένοις τῶν δ[η]μοτῶν τελεῖν | |
[τὸν] ἐκκείμενον ὑφ’ αὑτοῦ μισθὸν προῖκα | |
[σχο]λάζων· ὅπως οὖν καὶ ἡμεῖς φαινώμε- | |
[θα το]ὺς ἀγαθοὺς καὶ ἀξίους ἄνδρας | |
25 | [καὶ δ]υναμένους ὠφελεῖν τῶν νέων |
[τοὺς] φιλομαθοῦντας, προεστηκότα̣[ς] | |
[․․․․]#⁷ου καὶ βίου δέοντας, τιμῶν[τες], | |
[δεδόχθαι] τῶι δήμωι· δοῦναι Ἐπ[ικράτει] | |
[πολιτείαν ἐφ’] ἵσηι καὶ ὁμοίαι, ὁ δὲ γ[ραμμα]- | |
30 | [τεὺς τῆς β]ουλῆς Νικόμαχος [ἐπικληρω]- |
[σάτω Ἐπικράτ]ην ἐπὶ φυλὴ[ν καὶ χιλιαστὺν] | |
[— — — — — — — — — — — — — — — — —] |