Honorific decree for Aristolaos of Macedonia.  Stele of white marble, broken at the top.
[ ] Aeg. Islands — Samos Isl. — Heraion — ca. 280-246 BC — MDAI(A) 72 (1957) 218, 57
See also:
1 [— — — — — —]#⁷[— — — —]ΟΙ̣[— —]#⁷[— —]
[— c.8 — σ]τρατηγὸς ἐπὶ Καρίας κατεστηκ[ὼς]
[πολλὰ]ς χρείας παρέχεται καὶ κοινῆι τῆι πόλε̣[ι]
[καὶ] ἰδίαι τοῖς ἐντυγχάνουσι Σαμίων, ἄξια πρά[σ]-
5 σων τῆς τοῦ βασιλέως προαιρέσεως, δεδόχθα[ι]
τῶι δήμωι· ἐπηινῆσθαι μὲν Ἀριστόλαον Ἀμεινί-
ου Μακεδόνα ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἣ̣ν ἐν-
δείκνυται εἰς τὰ συμφέροντα τῆς πόλεως καὶ
εἶναι αὐτῶι τῆς αὐτῆς ἐπιμελείας τυγχάνειν
10 παρὰ τοῦ δήμου ἄν του δέηται, δεδόσθαι δὲ πολ[ι]-
τείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι αὐτῶι τε καὶ ἐκγόνοις καὶ
ἐπικληρῶσαι αὐτὸν ἐπὶ φυλὴν καὶ χιλιαστὺν καὶ
ἑκατοστὺν καὶ γένος καὶ ἀναγράψαι καθότι καὶ
τοὺς ἄλλους Σαμίους, εἶναι δὲ αὐτὸν καὶ πρόξε-
15 νον τοῦ δήμου τοῦ Σαμίων, ὑπάρχειν δὲ αὐτῶι
καὶ ἱερῶν παράστασιν πάντων ὧν ἂν ἡ πόλις συν-
τελῆι, δεδόσθαι δὲ αὐτῶι καὶ προεδρίαν ἐν τοῖς ἀγῶ-
σι πᾶσιν οὓς ἂν ἡ πόλις τιθῆι, εἶναι δὲ αὐτῶι καὶ ἔφο-
δον ἐπὶ τὴμ βουλὴν καὶ τὸν δῆμον, ἐάν του δέητα[ι],
20 καὶ ἐπιμελεῖσθαι τὰς ἀρχὰς τὰς ἀεὶ καθισταμέ-
νας· ὅπως δὲ καὶ πάντες εἰδῶσιν ὅτι τῶι δήμωι τῶ[ι]
Σαμίων πάτριόν ἐστιν τοῖς ἐπὶ τῶν καιρῶν αὑτῶι
χρησίμοις οὖσιν ἀξίας χάριτας ἀποδιδόναι τῆς
εἰς αὑτὸν φιλοτιμίας, ἀναγράψαι τόδε τὸ ψήφισμα
25 εἰς στήλην λιθίνην καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν τῆς
Ἥρας, τῆς δὲ ἀναγραφῆς καὶ τῆς στάσεως ἐπιμε-
ληθῆναι τὸγ γραμματέα τῆς βουλῆς μετὰ τῶν νε-
ωποιῶν, τὸν δὲ ταμίαν τῶν ὁσίων εἰς τὸ ἀνάλωμα
ὑπηρετῆσαι, ἑλέσθαι δὲ τὸν δῆμον καὶ ὅστις ἀποί-
30 σει τὸ ψήφισμα Ἀριστολάωι· ἡιρέθη Ἀμφίλοχος
Λόκρου, παρῆν Ἀδείμαντος, Κύλλαρος, Ἀρτεμίδω-
ρος, Καλλιππίδης.
                         vacat 0,32
Search Help
Contact Us