Honorific decree for Pelops of Macedonia. Stele of white marble, recut at the bottom.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — ca. 280-246 BC — MDAI(A) 44 (1919) 24, 11 — SEG 1.364
See also:
vacat 0,09 | |
ἔδοξεν [τ]ῆι β̣ουλῆι κ̣αὶ τῶ[ι] δήμωι, γνώμη πρυτά- | |
νεων· ἐπε[ι]δ̣ὴ Πέλοψ Ἀλεξάνδ[ρ]ου Μ̣ακεδών, | |
φίλος ὢν τοῦ β̣ασιλέως Πτολ[ε]μαίου, τεταγμένο[ς] | |
ἐπὶ δυνάμεω[ς], πρότερόν τε πολλὰς χρείας παρέσ̣- | |
5 | χηται τῶι δ̣ήμωι̣ [τῶι] Σαμίων κα[ὶ] τοῖς ἐ̣ντυγχά- |
νουσι Σαμ[ί]ω̣ν ἰδίαι καὶ νῦν χρ̣ήσιμον αὑτὸν παρ[ε]- | |
χόμενος τῶι δήμωι̣ τῶι Σαμίων διατελεῖ εὐεργε- | |
τεῖν προαιρούμεν̣ος τὸν δῆμον, δεδόχθαι τῆι βουλῆ̣[ι] | |
καὶ τῶι δήμωι· ἐπηινῆσθ̣[α]ι μὲν Πέλοπα διότι ἐμ | |
10 | παντὶ καιρῶι χρείαν [π]αρέχεται τῶι δήμωι τῶι Σαμίω[ν], |
δεδόσθαι δὲ αὐτῶι καὶ πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι | |
καὶ προεδρίαν ἐν τῶι θεάτρωι, καὶ ἐπικληρῶσαι αὐτ[ὸν] | |
τὸγ γραμματέα τῆς βουλῆς ἐπί τε φυλὴν καὶ χιλι- | |
[ασ]τὺν καὶ ἑκατοστὺν καὶ γένος καὶ ἀναγράψα[ι αὐ]- | |
15 | [τὸν καθότι καὶ τοὺς ἄλλους Σαμίους — — — — — —] |