Honorific decree for Pelops of Macedonia.  Stele of white marble, recut at the bottom.
[ ] Aeg. Islands — Samos Isl. — Heraion — ca. 280-246 BC — MDAI(A) 44 (1919) 24, 11 — SEG 1.364
See also:
                               vacat 0,09
ἔδοξεν [τ]ῆι β̣ουλῆι κ̣αὶ τῶ[ι] δήμωι, γνώμη πρυτά-
νεων· ἐπε[ι]δ̣ὴ Πέλοψ Ἀλεξάνδ[ρ]ου Μ̣ακεδών,
φίλος ὢν τοῦ β̣ασιλέως Πτολ[ε]μαίου, τεταγμένο[ς]
ἐπὶ δυνάμεω[ς], πρότερόν τε πολλὰς χρείας παρέσ̣-
5 χηται τῶι δ̣ήμωι̣ [τῶι] Σαμίων κα[ὶ] τοῖς ἐ̣ντυγχά-
νουσι Σαμ[ί]ω̣ν ἰδίαι καὶ νῦν χρ̣ήσιμον αὑτὸν παρ[ε]-
χόμενος τῶι δήμωι̣ τῶι Σαμίων διατελεῖ εὐεργε-
τεῖν προαιρούμεν̣ος τὸν δῆμον, δεδόχθαι τῆι βουλῆ̣[ι]
καὶ τῶι δήμωι· ἐπηινῆσθ̣[α]ι μὲν Πέλοπα διότι ἐμ
10 παντὶ καιρῶι χρείαν [π]αρέχεται τῶι δήμωι τῶι Σαμίω[ν],
δεδόσθαι δὲ αὐτῶι καὶ πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι
καὶ προεδρίαν ἐν τῶι θεάτρωι, καὶ ἐπικληρῶσαι αὐτ[ὸν]
τὸγ γραμματέα τῆς βουλῆς ἐπί τε φυλὴν καὶ χιλι-
[ασ]τὺν καὶ ἑκατοστὺν καὶ γένος καὶ ἀναγράψα[ι αὐ]-
15 [τὸν καθότι καὶ τοὺς ἄλλους Σαμίους — — — — — —]
Search Help
Contact Us