Honorific decree for [—], son of Dionysios, of Priene.  Left part of a stele of white marble.
[ ] Aeg. Islands — Samos Isl. — Samos (Pythagoreion) — early 3rd c. BC — MDAI(A) 72 (1957) 213, 52 — cf. SEG 40.727
See also:
[ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, — — —]
[Με]τ̣α̣γειτνίου εἶ[πεν· ἐπειδὴ — — — —]
Διονυσίου Πριηνε̣[ὺς ἔν τε τοῖς πρότερον]
χρόνοις εὔνους κ[αὶ πρόθυμος ὢν διετέλει]
περὶ τὸν δῆμον τ[ὸν Σαμίων καὶ ἰδίαι τοῖς]
5 ἐντυγχάνουσι τ[ῶν πολιτῶν χρήσιμον]
ἑαυτὸν παρείχε̣τ̣[ο καὶ κοινῆι καὶ εἰς τὸ]
λ̣οιπὸν̣ ἐπα̣[γγ]έ̣λ[λεται εἰς ἃ ἂν ὁ δῆμος]
ἑαυτὸν πα̣[ρ]ακ̣α[λῆι πρόθυμος ἔσεσθαι],
δεδόχθαι τῆι βο[υλῆι καὶ τῶι δήμωι]·
10 ἐπηινῆ[σθ]αι [μὲν — — — — — ἀρετῆς]
ἕνε̣κε καὶ ε[ὐν]ο̣ί[ας τῆς εἰς τὸν δῆμον]
[τ]ὸν Σαμίω[ν, καὶ εἶναι αὐτῶι τῆς αὐτῆς]
ἐπιμελείας τυ̣[γχάνειν παρὰ τοῦ δήμου],
ἄν του δέηται, [εἶναι δὲ αὐτῶι καὶ ἔφοδον ἐπὶ]
15 τὴμ βουλὴμ κα[ὶ τὸν δῆμον πρώτωι μετὰ]
τὰ ἱερὰ καὶ τὰ β̣ασι[λικά, εἶναι δὲ καὶ εἴσ]-
πλουν καὶ ἔκπλο[υν ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ]
ἐμ πολέμωι καὶ [ἐν εἰρήνηι, ἐπιμελεῖσθαι δὲ]
α̣ὐτοῦ καὶ τὰς ἀρ̣[χὰς τὰς ἀεὶ καθισταμένας],
20 [ἄ]ν του δέηται, εἶν̣[αι δὲ αὐτὸν καὶ πρόξενον]
[καὶ] ε̣ὐεργέτην τ[οῦ δήμου, δεδόσθαι δὲ]
[αὐτῶι] καὶ πολι[τείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι]
[— — — — — — — — — — — — — — — —]
Search Help
Contact Us