Honorific decree for Dionysios, son of Menippos, of Gambrion.  Stele of white marble.
[ ] Aeg. Islands — Samos Isl. — Heraion — late 4th c. BC
                      vacat 0,03
[ἔ]δοξε τῆι βουλῆι καὶ τῶι δήμωι, Νεί̣λ̣[ων]
Ἀ̣ντιδότου εἶπεν· ἐπειδὴ Διονύσιος
Μενίππου Γαμβρειώτης ἔν τε τοῖς
πρότερον χρόνοις εὔνους καὶ πρόθυμος
5 ὢν διετέλει τῶι δήμωι καὶ νῦν τὴν
αὐτὴν εὔνοιαν διαφυλάσσει πρὸς τὸν
δῆμον τὸν Σαμίων, δεδόχθαι τῆι
βουλῆι καὶ τῶι δήμωι· ἐπαινέσαι μὲν
Διονύσιον Μενίππου Γαμβρειώτην
10 προθυμίας ἕνεκε καὶ εὐνοίας ἣν ἔχων
διατελεῖ περὶ τὸν δῆμον τὸν Σαμίων, κα[ὶ]
εἶναι αὐτὸν εὐεργέτην καὶ πρόξενον
τοῦ δήμου τοῦ Σαμίων, δεδόσθαι δ’ αὐτῶι
καὶ πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίηι καὶ ἐπι-
15 κληρῶσαι αὐτὸν ἐπὶ φυλὴν καὶ χιλιαστὺν
καὶ ἑκατοστὺν καὶ γένος καὶ ἀναγράψαι
καθότι καὶ τοὺς ἄλλους Σαμίους, παρέχειν
δὲ αὐτῶι καὶ ἔφοδον ἐπὶ τὴμ βουλὴν καὶ
τὸν δῆμον, ἐάν του δέηται, πρώτωι μετ[ὰ]
20 τὰ ἱερὰ καὶ τὰ βασιλικά, εἶναι δὲ αὐτῶι καὶ
εἴσπλουν καὶ ἔκπλουν ἀσυλεὶ καὶ ἀσπονδε[ὶ]
καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι, ἐπιμελεῖσθα[ι]
δὲ ἀεὶ τοὺς ἐνεστηκότας ἄρχοντας
ὅπως μηθὲν ἀδικῆται, ταῦτα δ’ εἶναι καὶ
25 αὐτῶι καὶ ἐκγόνοις, ἀναγράψαι δὲ τόδε τὸ
ψήφισμα εἰς στήλην λιθίνην καὶ ἀνα-
θεῖναι εἰς τὸ ἱερὸν τῆς Ἥρας, τῆς δὲ ἐπι-
κληρώσεως καὶ τῆς ἀναγραφῆς ἐπι-
μεληθῆναι τὸγ γραμματέα τῆς βουλῆς.
                        vacat 0,19
Search Help
Contact Us